Ancient Greek · ~6 min
136 to 141
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 136-2-141
Not analysed yet
Λευίτης ἀνὴρ τῶν δημοτικωτέρων τῆς Ἐφράνου κληρουχίας ὢν καὶ ἐν ἐκείνῃ κατοικῶν ἄγεται γύναιον ἀπὸ Βηθλέμων, τῆς δὲ Ἰούδα φυλῆς τοῦτʼ ἔστι τὸ χωρίον. ἐρῶν δὲ σφόδρα τῆς γυναικὸς καὶ τοῦ κάλλους αὐτῆς ἡττημένος ἠτύχει τῶν παρʼ ἐκείνης οὐχ ὁμοίων πειρώμενος. ἀλλοτρίως δʼ αὐτῆς ἐχούσης καὶ διὰ τοῦτο μᾶλλον ἐκκαιομένου τῷ πάθει μέμψεις συνεχεῖς αὐτοῖς ἐγίνοντο καὶ τέλος ἡ γυνὴ πρὸς αὐτὰς βαρυνομένη καταλιποῦσα τὸν ἄνδρα πρὸς τοὺς γονεῖς παραγίνεται μηνὶ τετάρτῳ. χαλεπῶς δὲ φέρων ὁ ἀνὴρ ἐπὶ τῷ ἔρωτι ἧκε πρὸς τοὺς πενθεροὺς καὶ διαλυσάμενος τὰς μέμψεις καταλλάττεται πρὸς αὐτήν. καὶ τέτταρας μὲν ἡμέρας προσαυτόθι διαιτᾶται φιλοφρονουμένων αὐτὸν τῶν γονέων, τῇ δὲ πέμπτῃ δόξαν ἀπιέναι πρὸς αὑτὸν περὶ δείλην ἔξεισι· βράδιον γὰρ ἀπέλυον οἱ γονεῖς τὴν θυγατέρα καὶ τῆς ἡμέρας τριβὴν ἐποιοῦντο. θεράπων δʼ αὐτοῖς εἷς εἵπετο καὶ ὄνος ἦν αὐτοῖς, ἐφʼ ἧς ὠχεῖτο τὸ γύναιον. γενομένων δʼ αὐτῶν κατὰ Ἱεροσόλυμα, σταδίους δʼ ἐληλύθεσαν ἤδη τριάκοντα, συνεβούλευεν ὁ θεράπων καταχθῆναί που, μὴ καί τι τῆς νυκτὸς αὐτοὺς ὁδεύοντας καταλάβῃ δύσκολον καὶ ταῦτα οὐδὲ πόρρω πολεμίων ὄντας, τοῦ καιροῦ πολλάκις ἐπισφαλῆ καὶ ὕποπτα ποιοῦντος καὶ τὰ φίλα. τῷ δʼ οὐκ ἤρεσεν ἡ γνώμη παρʼ ἀλλοφύλοις ἀνδράσι ξενοῦσθαι, Χαναναίων γὰρ ἦν ἡ πόλις, ἀλλὰ προελθόντας εἴκοσι στάδια εἰς οἰκείαν ἠξίου κατάγεσθαι πόλιν, καὶ κρατήσας τῇ γνώμῃ παρῆν εἰς Γαβὰν φυλῆς τῆς Βενιαμίτιδος ἤδη ὀψίας οὔσης. καὶ μηδενὸς ἐπὶ ξενίαν τῶν κατὰ τὴν ἀγορὰν αὐτὸν παρακαλοῦντος πρεσβύτης ἐξ ἀγροῦ κατιὼν τῆς μὲν Ἐφράμιος φυλῆς ὢν ἐν δὲ τῇ Γάβῃ διαιτώμενος συντυγχάνων αὐτῷ, τίς τε ὢν ἤρετο καὶ διʼ ἃς αἰτίας στελλόμενος σκότους ἤδη τὰ πρὸς τὸ δεῖπνον αὑτῷ λαμβάνοι.