Ancient Greek · ~2 min
13 to 14
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 13-14
Not analysed yet
πεσόντων δὲ τούτων συνέρρηξε καὶ ἡ λοιπὴ στρατιά, καὶ καρτερᾶς τῆς μάχης γενομένης ἡττήθησαν οἱ τοῦ Ἀβεννήρου· καὶ τραπέντας οὐκ ἀνίει διώκων Ἰώαβος, ἀλλʼ αὐτός τε ἐπέκειτο παρακελευόμενος τοὺς ὁπλίτας ἐκ ποδὸς ἕπεσθαι καὶ μὴ κάμνειν ἀναιροῦντας, οἵ τε ἀδελφοὶ προθύμως ἠγωνίσαντο, καὶ διαφανέστερος τῶν ἄλλων μάλιστα ὁ νεώτερος Ἀσάηλος, ὃς ἐπὶ ποδῶν ὠκύτητι κλέος εἶχεν· οὐ γὰρ ἀνθρώπους ἐνίκα μόνον, ἀλλὰ καὶ ἵππῳ καταστάντα εἰς ἅμιλλαν λέγουσι παραδραμεῖν, καὶ τὸν Ἀβεννῆρον ἐδίωκεν ὑπὸ ῥύμης καὶ τῆς ἐπʼ ὀρθὸν φορᾶς εἰς οὐδέτερον ἐγκλιθεὶς τῶν μερῶν.