Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 15-4
Not analysed yet
ἐπιστραφέντος δὲ τοῦ Ἀβεννήρου καὶ κατασοφίζεσθαι τὴν ὁρμὴν αὐτοῦ πειρωμένου καὶ ποτὲ μὲν εἰπόντος ἑνὸς τῶν αὐτοῦ στρατιωτῶν ἀφέμενος τῆς διώξεως ἀφελέσθαι τὴν πανοπλίαν, πάλιν δʼ ὡς οὐκ ἔπειθε τοῦτο ποιεῖν κατασχεῖν αὑτὸν καὶ μὴ διώκειν παραινοῦντος, μὴ κτείνας αὐτὸν ἀπολέσῃ τὴν πρὸς τὸν ἀδελφὸν αὐτοῦ παρρησίαν, οὐ προσιέμενον τοὺς λόγους, ἀλλʼ ἐπιμείναντα τὴν δίωξιν φεύγων ὡς εἶχε τὸ δόρυ πλήξας εἰς τοὐπίσω καιρίως παραχρῆμʼ ἀπέκτεινεν.