Ancient Greek · ~3 min
13 to 15
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 13-2-15
Not analysed yet
ὁ δὲ προφήτης ταῦτα ποιήσας χρηματίσαντος αὐτῷ τοῦ θεοῦ παρεθάρρυνεν αὐτόν τε τὸν βασιλέα καὶ τοὺς περὶ αὐτὸν φίλους προλέγων ἀμαχητὶ τοὺς πολεμίους ἡττηθέντας ἀναχωρήσειν αἰσχρῶς καὶ οὐχὶ μεθʼ οἵου νῦν εἰσι θράσους· τὸν γὰρ θεὸν προνοεῖν ὅπως διαφθαρῶσι· καὶ αὐτὸν δὲ τὸν βασιλέα τῶν Ἀσσυρίων Σεναχείριμον διαμαρτόντα τῶν ἐπὶ τὴν Αἴγυπτον πραγμάτων καὶ ἐπανερχόμενον εἰς τὴν οἰκείαν ἀπολεῖσθαι σιδήρῳ προύλεγεν. Ἔτυχε δʼ ὑπὸ τὸν αὐτὸν καιρὸν καὶ γεγραφὼς τῷ Ἐζεκίᾳ ὁ Ἀσσύριος ἐπιστολάς, ἐν αἷς ἀνόητον μὲν αὐτὸν ἔλεγεν ὑπολαμβάνοντα τὴν ὑπʼ αὐτῷ διαφεύξεσθαι δουλείαν ἔθνη πολλὰ καὶ μεγάλα κεχειρωμένῳ, ἠπείλει δὲ πανωλεθρίᾳ διαφθερεῖν αὐτὸν παραλαβών, εἰ μὴ τὰς πύλας ἀνοίξας ἑκὼν αὐτοῦ δέξεται τὴν στρατιὰν εἰς τὰ Ἱεροσόλυμα.