Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 16-2
Not analysed yet
ταῦτʼ ἀναγνοὺς καταφρονεῖ διὰ τὴν ἀπὸ τοῦ θεοῦ πεποίθησιν, τὰς δʼ ἐπιστολὰς πτύξας εἰς τὸν ναὸν ἔσω κατέθετο. πάλιν δὲ τῷ θεῷ τὰς εὐχὰς αὐτοῦ ποιησαμένου περὶ τῆς πόλεως καὶ τῆς ἁπάντων σωτηρίας Ἡσαΐας ὁ προφήτης ἐπήκοον αὐτὸν ἔφασκε γεγονέναι καὶ κατὰ τὸν παρόντα καιρὸν μὴ πολιορκηθήσεσθαι ὑπὸ τοῦ Σύρου, μέλλοντι πάντων ἀδεεῖς τῶν ὑπʼ αὐτοῦ γενομένων γεωργήσειν μετʼ εἰρήνης καὶ τῶν ἰδίων ἐπιμελήσεσθαι κτημάτων οὐδὲν φοβουμένους.