Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 134-2
Not analysed yet
ἕτερος δὲ οἶκος ἦν ἐν μέσῳ κατὰ ὅλου τοῦ πλάτους τεταγμένος εὖρος πηχῶν τριάκοντα, ἄντικρυς ἔχων ναὸν παχέσι στύλοις ἀνατεταμένον· ἦν δὲ ἐν αὐτῷ ἐξέδρα διαπρεπής, ἐν ᾗ καθεζόμενος ὁ βασιλεὺς ἔκρινεν, ᾗ παρέζευκτο κατεσκευασμένος ἄλλος οἶκος τῇ βασιλίσσῃ καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν δίαιταν καὶ τὰς ἀναπαύσεις οἰκήματα μετὰ τὴν τῶν πραγμάτων ἀπόλυσιν, ἐστρωμένα πάντα σανίσι τετμημέναις ἐκ κέδρου.