Ancient Greek
135 to 140
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 135-3-140
Not analysed yet
καὶ τὰ μὲν ᾠκοδομήσατο λίθοις δεκαπήχεσιν, ἑτέρῳ δὲ πριστῷ τοὺς τοίχους καὶ πολυτελεῖ κατημφίεσεν, ὃν εἰς κόσμον ἱερῶν καὶ βασιλείων οἴκων θεωρίων γῆ μεταλλεύεται τοῖς φέρουσιν αὐτὸν τόποις ἐπαινουμένη. καὶ τὸ μὲν ἀπʼ αὐτοῦ κάλλος ἐπὶ τριστιχίαν ἦν ἐνυφασμένον, τετάρτη δὲ μοῖρα γλυφέων παρεῖχε θαυμάζειν ἐπιστήμην, ὑφʼ ὧν πεποίητο δένδρα καὶ φυτὰ παντοῖα σύσκια τοῖς κλάδοις καὶ τοῖς ἐκκρεμαμένοις αὐτῶν πετάλοις, ὡς ὑπονοεῖν αὐτὰ καὶ σαλεύεσθαι διʼ ὑπερβολὴν λεπτότητος καλύπτοντα τὸν ὑπʼ αὐτοῖς λίθον. τὸ δὲ ἄλλο μέχρι τῆς στέγης χριστὸν ἦν καὶ καταπεποικιλμένον χρώμασι καὶ βαφαῖς. προσκατεσκεύασε δὲ τούτοις ἄλλα τε πρὸς τρυφὴν οἰκήματα καὶ δὴ καὶ στοὰς μηκίστας καὶ ἐν καλῷ τῶν βασιλείων κειμένας, ἐν αἷς λαμπρότατον οἶκον εἰς ἑστίασιν καὶ συμπόσια χρυσοῦ περίπλεων· καὶ τἆλλα δὲ ὅσα τοῦτον ἔχειν ἔδει πρὸς τὴν τῶν ἑστιωμένων ὑπηρεσίαν σκεύη πάντʼ ἐκ χρυσοῦ κατεσκεύαστο. δύσκολον δʼ ἐστὶν καταριθμήσασθαι τὸ μέγεθος καὶ τὴν ποικιλίαν τῶν βασιλείων, ὅσα μὲν ἦν αὐτοῖς τὰ μέγιστα οἰκήματα, πόσα δὲ τὰ τούτων ὑποδεέστερα καὶ πόσα ὑπόγεια καὶ ἀφανῆ, τά τε τῶν ἀνειμένων εἰς ἀέρα κάλλη καὶ τὰ ἄλση πρὸς θεωρίαν ἐπιτερπεστάτην καὶ θέρους ὑποφυγὴν καὶ σκέπην εἶναι τοῖς σώμασιν. ἐν κεφαλαίῳ δʼ εἰπεῖν τὴν ὅλην οἰκοδομίαν ἐκ λίθου λευκοῦ καὶ κέδρου καὶ χρυσοῦ καὶ ἀργύρου πᾶσαν ἐποιήσατο τοὺς ὀρόφους καὶ τοὺς τοίχους τοῖς ἐγκλειομένοις χρυσῷ λίθοις διανθίσας τὸν αὐτὸν τρόπον, ὡς καὶ τὸν τοῦ θεοῦ ναὸν τούτοις κατηγλάισεν. εἰργάσατο δὲ καὶ ἐξ ἐλέφαντος θρόνον παμμεγεθέστατον ἐν κατασκευῇ βήματος ἔχοντα μὲν ἓξ βαθμούς, ἑκάστῳ δὲ τούτων ἐξ ἑκατέρου μέρους δύο λέοντες ἐφειστήκεσαν τοσούτων ἄνωθεν ἄλλων παρεστώτων. τὸ δʼ ἐνήλατον τοῦ θρόνου χεῖρες ἦσαν δεχόμεναι τὸν βασιλέα, ἀνακέκλιτο δʼ εἰς μόσχου προτομὴν τὰ κατόπιν αὐτοῦ βλέποντος, χρυσῷ δὲ ἅπας ἦν δεδεμένος.