Ancient Greek
142 to 148
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 142-2-148
Not analysed yet
καὶ γὰρ οὐδὲ νῦν πρῶτον ἡμῖν αὐτὴν παρέξεις, ἀλλὰ τάχιον ἐλθοῦσιν ἐπὶ τὴν ἀγορὰν τοῦ σίτου καὶ τὴν εὐπορίαν τῆς τροφῆς ἐχαρίσω δοὺς ἀποκομίζειν καὶ τοῖς οἰκείοις ὅσα κινδυνεύοντας αὐτοὺς ὑπὸ τοῦ λιμοῦ διαφθαρῆναι περιέσωσε. διαφέρει δʼ οὐδὲν ἢ μὴ περιιδεῖν ἀπολλυμένους ὑπʼ ἐνδείας τῶν ἀναγκαίων, ἢ μὴ κολάσαι δόξαντας ἁμαρτεῖν καὶ περὶ τὴν εὐεργεσίαν τὴν ἀπὸ σοῦ λαμπρὰν γενομένην φθονηθέντας, ἡ δʼ αὐτὴ χάρις ἄλλῳ μέντοι τρόπῳ διδομένη· σώσεις γὰρ οὓς εἰς τοῦτο καὶ ἔτρεφες καὶ ψυχάς, ἃς ὑπὸ λιμοῦ καμεῖν οὐκ εἴασας, τηρήσεις ταῖς σαυτοῦ δωρεαῖς, ὡς θαυμαστὸν ἅμα καὶ μέγα δοῦναί τε ψυχὰς ἡμῖν καὶ παρασχεῖν διʼ ὧν αὗται μενοῦσιν ἀπορουμένοις. οἶμαί τε τὸν θεὸν αἰτίαν παρασκευάσαι βουλόμενον εἰς ἐπίδειξιν τοῦ κατὰ τὴν ἀρετὴν περιόντος ἡμᾶς εἰς τοῦτο περιστῆσαι συμφορᾶς, ἵνα καὶ τῶν εἰς αὑτὸν ἀδικημάτων συγγινώσκων φανῇς τοῖς ἐπταικόσιν, ἀλλὰ μὴ πρὸς μόνους τοὺς κατʼ ἄλλην πρόφασιν δεομένους ἐπικουρίας φιλάνθρωπος δοκοίης. ὡς μέγα μὲν καὶ τὸ ποιῆσαί τινας εὖ καταστάντας εἰς χρείαν, ἡγεμονικώτερον δὲ σῶσαι τοὺς ὑπὲρ τῶν εἰς ἑαυτὸν τετολμημένων δίκην ὀφείλοντας· εἰ γὰρ τὸ περὶ μικρῶν ζημιωμάτων ἀφεῖναι τοὺς πλημμελήσαντας ἔπαινον ἤνεγκε τοῖς ὑπεριδοῦσι, τό γε περὶ τούτων ἀόργητον, ὑπὲρ ὧν τὸ ζῆν ὑπεύθυνον τῇ κολάσει γίνεται τῶν ἠδικηκότων, θεοῦ φύσει προσετέθη. καὶ ἔγωγε, εἰ μὴ πατὴρ ἡμῖν ἦν πῶς ἐπὶ παίδων ἀποβολῇ ταλαιπωρεῖ διὰ τῆς ἐπὶ Ἰωσήπῳ λύπης ἐπιδεδειγμένος, οὐκ ἂν τοῦ γε καθʼ ἡμᾶς ἕνεκα περὶ τῆς σωτηρίας λόγους ἐποιησάμην, εἰ μὴ ὅσον τῷ σῷ χαριζόμενος ἤθει σώζειν αὐτῷ καλῶς ἔχοντι, καὶ τούτους οἳ λυπήσονται τεθνηκότων οὐκ ἔχοντες παρείχομεν ἂν αὑτοὺς πεισομένους ὅ τι καὶ θελήσειας· νῦν δʼ, οὐ γὰρ αὑτοὺς ἐλεοῦντες, εἰ καὶ νέοι καὶ μήπω τῶν κατὰ τὸν βίον ἀπολελαυκότες τεθνηξόμεθα, τὸ δὲ τοῦ πατρὸς λογιζόμενοι καὶ τὸ γῆρας οἰκτείροντες τὸ ἐκείνου ταύτας σοι τὰς δεήσεις προσφέρομεν καὶ παραιτούμεθα ψυχὰς τὰς αὑτῶν, ἅς σοι τὸ ἡμέτερον κακούργημα πρὸς τιμωρίαν παρέδωκεν,