Ancient Greek · ~7 min
149 to 155
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 149-2-155
Not analysed yet
οὔτε πονηρὸς αὐτὸς οὔτε τοιούτους ἐσομένους ἐγέννησεν ἀλλὰ χρηστὸς ὢν καὶ πειραθῆναι τοιούτων οὐχὶ δίκαιος καὶ νῦν μὲν ἀποδημούντων ταῖς ὑπὲρ ἡμῶν φροντίσι κακοπαθεῖ, πυθόμενος δὲ ἀπολωλότας καὶ τὴν αἰτίαν οὐχ ὑπομενεῖ ἀλλὰ διὰ ταύτην πολὺ μᾶλλον τὸν βίον καταλείπει, καὶ τὸ ἄδοξον αὐτὸν τῆς ἡμετέρας καταστροφῆς φθήσεται διαχρησάμενον καὶ κακὴν αὐτῷ ποιήσει τὴν ἐκ τοῦ ζῆν ἀπαλλαγήν, πρὶν εἰς ἄλλους φοιτῆσαι τὰ καθʼ ἡμᾶς σπεύσαντος αὑτὸν εἰς ἀναισθησίαν μεταγαγεῖν. γενόμενος οὖν ἐν τούτῳ τὸν λογισμόν, εἰ καὶ ἡ κακία σε παροξύνει νῦν ἡ ἡμετέρα, τὸ κατʼ αὐτῆς δίκαιον χάρισαι τῷ πατρὶ καὶ δυνηθήτω πλέον ὁ πρὸς ἐκεῖνον ἔλεος τῆς ἡμετέρας πονηρίας καὶ γῆρας ἐν ἐρημίᾳ βιωσόμενον καὶ τεθνηξόμενον ἡμῶν ἀπολομένων αἴδεσαι, τῷ πατέρων ὀνόματι ταύτην χαριζόμενος τὴν δωρεάν. ἐν γὰρ τούτῳ καὶ τὸν σὲ φύσαντα τιμᾷς καὶ σαυτῷ δίδως, ἀπολαύων μὲν ἤδη τῆς προσηγορίας, ἀπαθὴς δʼ ἐπʼ αὐτῇ φυλαχθησόμενος ὑπὸ τοῦ θεοῦ τοῦ πάντων πατρός, εἰς ὃν κατὰ κοινωνίαν καὶ αὐτὸς τοῦ ὀνόματος εὐσεβεῖν δόξεις τοῦ ἡμετέρου πατρὸς οἶκτον λαβὼν ἐφʼ οἷς πείσεται τῶν παίδων στερούμενος. σὸν οὖν, ἃ παρέσχεν ἡμῖν ὁ θεὸς ταῦτʼ ἔχοντʼ ἐξουσίαν ἀφελέσθαι δοῦναι καὶ μηδὲν ἐκείνου διενεγκεῖν τῇ χάριτι· τῆς γὰρ ἐπαμφότερον δυνάμεως τετυχηκότα καλὸν ταύτην ἐν τοῖς ἀγαθοῖς ἐπιδείκνυσθαι, καὶ παρὸν καὶ ἀπολλύειν τῆς μὲν κατὰ τοῦτο ἐξουσίας ὡς μηδʼ ὑπαρχούσης ἐπιλανθάνεσθαι, μόνον δʼ ἐπιτετράφθαι τὸ σώζειν ὑπολαμβάνειν, καὶ ὅσῳ τις πλείοσι τοῦτο παρέξει μᾶλλον αὐτῷ φαίνεσθαι διδόντα. σὺ δὲ πάντας ἡμᾶς σώσεις τἀδελφῷ συγγνοὺς ὑπὲρ ὧν ἠτύχηκεν· οὐδὲ γὰρ ἡμῖν βιώσιμα τούτου κολασθέντος, οἷς γε πρὸς τὸν πατέρα μὴ ἔξεστιν ἀνασωθῆναι μόνοις, ἀλλʼ ἐνθάδε δεῖ κοινωνῆσαι τούτῳ τῆς αὐτῆς καταστροφῆς τοῦ βίου. καὶ δεησόμεθά σου, στρατηγέ, κατακρίναντος τὸν ἀδελφὸν ἡμῶν ἀποθανεῖν συγκολάσαι καὶ ἡμᾶς ὡς τοῦ ἀδικήματος κεκοινωνηκότας· οὐ γὰρ ἀξιώσομεν ἡμεῖς ὡς ἐπὶ λύπῃ τεθνηκότος αὑτοὺς ἀνελεῖν, ἀλλʼ ὡς ὁμοίως αὐτῷ πονηροὶ γεγονότες οὕτως ἀποθανεῖν.