Ancient Greek · ~7 min
149 to 156
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 149-3-156
Not analysed yet
ὡς δὲ τελευτήσασαν ἔμαθε, σωφρόνως πρὸς τὸ μέγεθος τῶν κακῶν ἐπιθέμενος τῷ κτήνει νεκρὰν τὴν γυναῖκα κομίζει πρὸς αὑτόν, καὶ διελὼν αὐτὴν κατὰ μέλος εἰς μέρη δώδεκα διέπεμψεν εἰς ἑκάστην φυλὴν ἐντειλάμενος τοῖς κομίζουσι λέγειν τοὺς αἰτίους τῆς τελευτῆς τῇ γυναικὶ καὶ τὴν παροινίαν τῆς φυλῆς. Οἱ δʼ ὑπό τε τῆς ὄψεως καὶ τῆς ἀκοῆς τῶν βεβιασμένων κακῶς διατεθέντες πρότερον οὐδενὸς τοιούτου πεῖραν εἰληφότες, ὑπʼ ὀργῆς ἀκράτου καὶ δικαίας εἰς τὴν Σιλοῦν συλλεγέντες καὶ πρὸ τῆς σκηνῆς ἀθροισθέντες εἰς ὅπλα χωρεῖν εὐθὺς ὥρμηντο καὶ χρήσασθαι τοῖς Γαβαηνοῖς ὡς πολεμίοις. ἐπέσχε δʼ αὐτοὺς ἡ γερουσία πείσασα μὴ δεῖν ὀξέως οὕτως πρὸς τοὺς ὁμοφύλους ἐκφέρειν πόλεμον πρὶν ἢ λόγοις διαλεχθῆναι περὶ τῶν ἐγκλημάτων, τοῦ νόμου μηδʼ ἐπὶ τοὺς ἀλλοτρίους ἐφιέντος δίχα πρεσβείας καὶ τοιαύτης πρὸς τὸ μετανοῆσαι πείρας τοὺς δόξαντας ἀδικεῖν στρατιὰν ἀγαγεῖν· καλῶς οὖν ἔχει τῷ νόμῳ πειθομένους πρὸς τοὺς Γαβαηνοὺς ἐξαιτοῦντας τοὺς αἰτίους ἐκπέμψαι καὶ παρεχομένων μὲν ἀρκεῖσθαι τῇ τούτων κολάσει, καταφρονησάντων δὲ τότε τοῖς ὅπλοις αὐτοὺς ἀμύνασθαι. πέμπουσιν οὖν πρὸς τοὺς Γαβαηνοὺς κατηγοροῦντες τῶν νεανίσκων τὰ περὶ τὴν γυναῖκα καὶ πρὸς τιμωρίαν αἰτοῦντες τοὺς δράσαντας μὲν οὐ νόμιμα, γενομένους δὲ δικαίους ἀντʼ αὐτῶν ἐκείνων ἀποθανεῖν. οἱ δὲ Γαβαηνοὶ οὔτε τοὺς νεανίσκους ἐξέδοσαν καὶ δεινὸν ἀλλοτρίοις ὑπακούειν προστάγμασιν ἡγοῦντο πολέμου φόβῳ μηδενὸς ἀξιοῦντες εἶναι χείρους ἐν τοῖς ὅπλοις μήτε διὰ πλῆθος μήτε διʼ εὐψυχίαν. ἦσαν δὲ ἐν παρασκευῇ μεγάλῃ καὶ τῶν ἄλλων φυλετῶν, συναπενοήθησαν γὰρ αὐτοῖς ὡς ἀμυνούμενοι βιαζομένους. Ὡς δὲ τοιαῦτα τοῖς Ἰσραηλίταις τὰ παρὰ τῶν Γαβαηνῶν ἀπηγγέλθη, ὅρκους ποιοῦνται μηδένα σφῶν ἀνδρὶ Βενιαμίτῃ δώσειν πρὸς γάμον θυγατέρα στρατεύσειν τε ἐπʼ αὐτούς, μᾶλλον αὐτοῖς διʼ ὀργῆς ὄντες ἢ τοῖς Χαναναίοις τοὺς προγόνους ἡμῶν παρειλήφαμεν γενομένους. παραχρῆμά τε ἐξῆγον ἐπʼ αὐτοὺς τὸ στρατόπεδον μυριάδας τεσσαράκοντα ὁπλιτῶν· καὶ Βενιαμιτῶν τὸ ὁπλιτικὸν ἦν ὑπὸ δισμυρίων καὶ πεντακισχιλίων καὶ ἑξακοσίων, ὧν ἦσαν εἰς πεντακοσίους ταῖς λαιαῖς τῶν χειρῶν σφενδονᾶν ἄριστοι,