Ancient Greek
157 to 163
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 157-2-163
Not analysed yet
ὥστε καὶ μάχης πρὸς τῇ Γαβᾷ γενομένης τρέπουσι τοὺς Ἰσραηλίτας οἱ Βενιαμῖται ἄνδρες τε πίπτουσιν ἐξ αὐτῶν εἰς δισμυρίους καὶ δισχιλίους, ἐφθάρησαν δὲ ἴσως ἂν καὶ πλείονες, εἰ μὴ νὺξ αὐτοὺς ἐπέσχε καὶ διέλυσε μαχομένους. καὶ οἱ μὲν Βενιαμῖται χαίροντες ἀνεχώρουν εἰς τὴν πόλιν, οἱ δʼ Ἰσραηλῖται καταπεπληγότες ὑπὸ τῆς ἥττης εἰς τὸ στρατόπεδον. τῇ δʼ ἐπιούσῃ πάλιν συμβαλόντων οἱ Βενιαμῖται κρατοῦσι καὶ θνήσκουσι τῶν Ἰσραηλιτῶν ὀκτακισχίλιοι καὶ μύριοι, καὶ δείσαντες τὸν φόνον ἐξέλιπον τὸ στρατόπεδον. παραγενόμενοι δὲ εἰς Βέθηλα πόλιν ἔγγιστα κειμένην καὶ νηστεύσαντες κατὰ τὴν ὑστεραίαν τὸν θεὸν ἱκέτευον διὰ Φινεέσου τοῦ ἀρχιερέως παύσασθαι τῆς ὀργῆς τῆς πρὸς αὐτοὺς καὶ ταῖς δυσὶν αὐτῶν ἥτταις ἀρκεσθέντα δοῦναι νίκην καὶ κράτος κατὰ τῶν πολεμίων. ὁ δὲ θεὸς ἐπαγγέλλεται ταῦτα διὰ Φινεέσου προφητεύσαντος. Ποιήσαντες οὖν τὴν στρατιὰν δύο μέρη τὴν μὲν ἡμίσειαν προλοχίζουσι νυκτὸς περὶ τὴν πόλιν, οἱ δʼ ἡμίσεις συνέβαλον τοῖς Βενιαμίταις ὑπεχώρουν τε ἐγκειμένων, καὶ ἐδίωκον οἱ Βενιαμῖται τῶν Ἑβραίων ὑποφευγόντων ἠρέμα καὶ ἐπὶ πολὺ θελόντων εἰς ἅπαν αὐτοὺς ἐξελθεῖν ἀναχωροῦσιν εἵποντο, ὡς καὶ τοὺς ἐν τῇ πόλει πρεσβύτας καὶ νέους ὑπολειφθέντας διεκδραμεῖν διʼ ἀσθένειαν αὐτοῖς πασσυδὶ βουλομένους χειρώσασθαι τοὺς πολεμίους. ὡς δὲ πολὺ τῆς πόλεως ἀπέσχον, ἐπαύσαντο μὲν φεύγοντες οἱ Ἑβραῖοι, ἐπιστραφέντες δʼ ἵστανται πρὸς μάχην καὶ τοῖς ἐν ταῖς ἐνέδραις οὖσι τὸ σημεῖον αἴρουσιν ὃ συνέκειτο. οἱ δʼ ἐξαναστάντες μετὰ βοῆς ἐπῄεσαν τοῖς πολεμίοις. οἱ δὲ ἅμα τε ἠπατημένους αὑτοὺς ᾔσθοντο καὶ ἐν ἀμηχανίᾳ συνεστήκεσαν, καὶ εἴς τι κοῖλον συνελαθέντας καὶ φαραγγῶδες χωρίον περιστάντες κατηκόντισαν, ὥστε πάντας διαφθαρῆναι πλὴν ἑξακοσίων. οὗτοι δὲ συστραφέντες καὶ πυκνώσαντες ἑαυτοὺς καὶ διὰ μέσων ὠσάμενοι τῶν πολεμίων ἔφυγον ἐπὶ τὰ πλησίον ὄρη, καὶ κατασχόντες ἱδρύθησαν. οἱ δʼ ἄλλοι πάντες περὶ δισμυρίους ὄντες καὶ πεντακισχιλίους ἀπέθανον.