Ancient Greek · ~7 min
150 to 156
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 150-156
Not analysed yet
ὁ δὲ βασιλεὺς τοῦ μὲν ἀρχιερέως καὶ τῶν ἡγεμόνων ἐκέλευσεν ἐκεῖ τὰς κεφαλὰς ἀποτεμεῖν, αὐτὸς δὲ πάντας τοὺς αἰχμαλώτους καὶ τὸν Σαχχίαν εἰς Βαβυλῶνα δέσμιον ἐπήγετο καὶ Ἰωσάδακον τὸν ἀρχιερέα ὄντα υἱὸν Σαραία τοῦ ἀρχιερέως, ὃν ἀπέκτεινεν ὁ Βαβυλώνιος ἐν Ἀριβαθᾶ πόλει τῆς Συρίας, ὡς καὶ πρότερον ἡμῖν δεδήλωται. Ἐπεὶ δὲ τὸ γένος διεξήλθομεν τὸ τῶν βασιλέων καὶ τίνες ἦσαν δεδηλώκαμεν καὶ τοὺς χρόνους αὐτῶν, ἀναγκαῖον ἡγησάμην καὶ τῶν ἀρχιερέων εἰπεῖν τὰ ὀνόματα καὶ τίνες ἦσαν οἱ τὴν ἀρχιερωσύνην καταδείξαντες ἐπὶ τοῖς βασιλεῦσι. πρῶτος μὲν οὖν Σάδωκος ἀρχιερεὺς ἐγένετο τοῦ ναοῦ, ὃν Σολόμων ᾠκοδόμησε· μετʼ αὐτὸν δʼ ὁ υἱὸς Ἀχιμᾶς διαδέχεται τὴν τιμὴν καὶ μετὰ Ἀχιμᾶν Ἀζαρίας, τούτου δὲ Ἰώραμος, τοῦ δὲ Ἰωράμου Ἴως, μετʼ αὐτὸν δὲ Ἀξιώραμος, τοῦ δὲ Ἀξιωράμου Φιδέας, τοῦ δὲ Φιδέα Σουδαίας, τοῦ δὲ Σουδαία Ἰουῆλος, τοῦ δὲ Ἰώθαμος, Ἰωθάμου δὲ Οὐρίας, Οὐρία δὲ Νηρίας, Νηρία δὲ Ὠδαίας, τοῦ δὲ Σαλοῦμος, Σαλούμου δὲ Ἐλκίας, Ἐλκία δʼ Ἄζαρος, τοῦ δὲ Ἰωσάδακος ὁ αἰχμαλωτισθεὶς εἰς Βαβυλῶνα. οὗτοι πάντες παῖς παρὰ πατρὸς διεδέξαντο τὴν ἀρχιερωσύνην. Παραγενόμενος δʼ εἰς Βαβυλῶνα ὁ βασιλεὺς Σαχχίαν μὲν εἶχεν ἄχρις οὗ καὶ ἐτελεύτησεν ἐν εἱρκτῇ, θάψας δʼ αὐτὸν βασιλικῶς τὰ σκεύη τὰ ἐκ τοῦ Ἱεροσολύμων συληθέντα ναοῦ ἀνέθηκε τοῖς ἰδίοις θεοῖς, τὸν δὲ λαὸν κατῴκισεν ἐν τῇ Βαβυλωνίτιδι χώρᾳ, τὸν δὲ ἀρχιερέα ἀπέλυσε τῶν δεσμῶν. Ὁ δὲ στρατηγὸς Ναβουζαρδάνης αἰχμαλωτίσας τὸν τῶν Ἑβραίων λαὸν τοὺς πένητας καὶ αὐτομόλους ἐκεῖ κατέλιπεν ἀποδείξας αὐτῶν ἡγεμόνα Γαδαλίαν ὄνομʼ Ἀϊκάμου παῖδα τῶν εὖ γεγονότων ἐπιεικῆ καὶ δίκαιον, ἐπέταξε δʼ αὐτοῖς τὴν χώραν ἐργαζομένοις τῷ βασιλεῖ τελεῖν φόρον ὡρισμένον. Ἱερεμίαν δὲ τὸν προφήτην λαβὼν ἐκ τῆς εἱρκτῆς ἔπειθεν εἰς Βαβυλῶνα σὺν αὐτῷ παραγενέσθαι· κεκελεῦσθαι γὰρ ὑπὸ τοῦ βασιλέως πάντʼ αὐτῷ χορηγεῖν· εἰ δὲ τοῦτο μὴ βούλεται, δηλοῦν αὐτῷ ποῦ μένειν διέγνωκεν, ἵνα τοῦτο ἐπισταλῇ τῷ βασιλεῖ.