Ancient Greek · ~7 min
157 to 163
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 157-5-163
Not analysed yet
ὁ δὲ προφήτης οὔθʼ ἕπεσθαι ἤθελεν οὔτʼ ἀλλαχόσε που μένειν, ἡδέως δʼ εἶχεν ἐπὶ τοῖς ἐρειπίοις τῆς πατρίδος καὶ τοῖς ταλαιπώροις αὐτῆς διαζῆσαι λειψάνοις. γνοὺς δʼ αὐτοῦ τὴν προαίρεσιν ὁ στρατηγός, τῷ Γαδαλίᾳ προστάξας, ὃν κατέλιπεν, αὐτίκα πᾶσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν καὶ χορηγίαν ὅσων ἂν δέηται δωρησάμενός τε αὐτὸν δωρεαῖς πολυτελέσιν ἀπέλυσεν. καὶ Ἱερεμίας μὲν κατέμεινεν ἐν πόλει τῆς χώρας Μοσφοθᾶ καλουμένῃ παρακαλέσας τὸν Ναβουζαρδάνην, ἵνʼ αὐτῷ συναπολύσῃ τὸν μαθητὴν Βαροῦχον Νήρου δὲ παῖδα ἐξ ἐπισήμου σφόδρα οἰκίας ὄντα καὶ τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον. Ναβουζαρδάνης δὲ ταῦτα διαπραξάμενος ὥρμησεν εἰς Βαβυλῶνα. οἱ δὲ πολιορκουμένων Ἱεροσολύμων φυγόντες διασκεδασθέντες κατὰ τὴν χώραν, ἐπειδὴ τοὺς Βαβυλωνίους ἤκουσαν ἀνακεχωρηκότας καὶ λείψανά τινα καταλελοιπότας ἐν τῇ τῶν Ἱεροσολυμιτῶν γῇ τοὺς ταύτην ἐργασομένους, συλλεχθέντες πανταχόθεν ἧκον πρὸς τὸν Γαδαλίαν εἰς Μασαφθά. ἡγεμόνες δʼ ἦσαν ἐν αὐτοῖς Ἰωάδης υἱὸς Καρίου καὶ Σερέας καὶ Ἰωαζανίας καὶ ἕτεροι πρὸς τούτοις, ἐκ δὲ τοῦ βασιλικοῦ γένους ἦν τις Ἰσμάηλος πονηρὸς ἀνὴρ καὶ δολιώτατος, ὃς πολιορκουμένων τῶν Ἱεροσολύμων ἔφυγε πρὸς τὸν Ἀμμανιτῶν βασιλέα Βααλεὶμ καὶ συνδιήγαγεν αὐτῷ τὸν χρόνον ἐκεῖνον. τούτους τοίνυν γενομένους αὐτοῦ Γαδαλίας ἔπεισε μένειν αὐτίκα μηδὲν δεδιότας τοὺς Βαβυλωνίους· γεωργοῦντας γὰρ τὴν χώραν οὐδὲν πείσεσθαι δεινόν. ταῦτα ὀμνὺς αὐτοῖς διεβεβαιοῦτο καὶ προστάτην αὐτὸν ἔχειν λέγων, ὥστε εἴ τις ἐνοχλοίη τεύξεσθαι τῆς προθυμίας· καὶ συνεβούλευε κατοικεῖν ἣν ἕκαστος βούλεται πόλιν ἀποστέλλοντα μετὰ τῶν ἰδίων καὶ ἀνακτίζειν τὰ ἐδάφη καὶ κατοικεῖν· προεῖπέ τε παρασκευάζεσθαι αὐτοὺς ἕως ἔτι καιρός ἐστι σῖτον καὶ οἶνον καὶ ἔλαιον, ὅπως ἔχωσι διὰ τοῦ χειμῶνος τρέφεσθαι. ταῦτα διαλεχθεὶς πρὸς αὐτοὺς ἀπέλυσε τῆς χώρας εἰς ὃν ἕκαστος ἐβούλετο τόπον. Διαδραμούσης δὲ φήμης εἰς τὰ περὶ τὴν Ἰουδαίαν ἔθνη, ὅτι τοὺς ἀπὸ τῆς φυγῆς παρʼ αὐτὸν ἐλθόντας Γαδαλίας ἐδέξατο φιλανθρώπως καὶ τὴν γῆν αὐτοῖς γεωργοῦσι κατοικεῖν ἐφῆκεν, ἐφʼ ᾧ τελεῖν φόρον τῷ Βαβυλωνίῳ, συνέδραμον αὐτοὶ πρὸς τὸν Γαδαλίαν καὶ τὴν χώραν κατῴκησαν.