Ancient Greek
159 to 164
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 159-164
Not analysed yet
Ἰώαβος δὲ τῇ πολιορκίᾳ τοὺς Ἀμμανίτας ἰσχυρῶς ἐκάκου τῶν τε ὑδάτων αὐτοὺς ἀποτεμνόμενος καὶ τῆς τῶν ἄλλων εὐπορίας, ὡς πάνυ ταλαιπωρεῖν ἐνδείᾳ ποτοῦ καὶ τροφῆς. ἐξ ὀλίγου γὰρ φρέατος ἤρτηντο καὶ ταμείας ὡς μὴ τελέως αὐτοὺς ἐπιλιπεῖν τὴν πηγὴν δαψιλέστερον χρωμένους. γράφει δὴ τῷ βασιλεῖ ταῦτα δηλῶν καὶ παρακαλῶν αὐτὸν ἐπὶ τὴν αἵρεσιν τῆς πόλεως ἐλθεῖν, ἵνα τὴν νίκην αὐτὸς ἐπιγραφῇ. ταῦτα Ἰωάβου γράψαντος ἀποδεξάμενος αὐτὸν τῆς εὐνοίας καὶ τῆς πίστεως ὁ βασιλεὺς παραλαβὼν τὴν σὺν αὐτῷ δύναμιν ἧκεν ἐπὶ τὴν τῆς Ῥαβαθᾶς πόρθησιν, καὶ κατὰ κράτος ἑλὼν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκεν. αὐτὸς δὲ τὸν τοῦ βασιλέως τῶν Ἀμμανιτῶν λαμβάνει στέφανον ἕλκοντα χρυσοῦ τάλαντον καὶ πολυτελῆ λίθον ἔχοντα ἐν μέσῳ σαρδόνυχος· ἐφόρει δʼ αὐτὸν ἐπὶ τῆς κεφαλῆς διαπαντὸς Δαυίδης. πολλὰ δὲ καὶ ἄλλα σκῦλα λαμπρὰ καὶ πολύτιμα εὗρεν ἐν τῇ πόλει· τοὺς δʼ ἄνδρας αἰκισάμενος διέφθειρε. ταὐτὰ δὲ καὶ τὰς ἄλλας τῶν Ἀμμανιτῶν πόλεις διέθηκεν ἑλὼν αὐτὰς κατὰ κράτος. Ἀναστρέψαντος δὲ εἰς Ἱεροσόλυμα τοῦ βασιλέως πταῖσμα αὐτοῦ τὴν οἰκίαν ἐξ αἰτίας τοιαύτης καταλαμβάνει· θυγάτηρ γὰρ ἦν αὐτῷ παρθένος μὲν ἔτι τὸ δὲ κάλλος εὐπρεπής, ὡς ἁπάσας ὑπερβάλλειν τὰς εὐμορφοτάτας γυναῖκας, Θήμαρ ὄνομα, τῆς δʼ αὐτῆς Ἀψαλώμῳ μητρὸς κεκοινωνηκυῖα. ταύτης ὁ πρεσβύτατος τῶν Δαυίδου παίδων Ἀμνὼν ἐρασθείς, ὡς οὔτε διὰ τὴν παρθενίαν αὐτῆς οὔτε διὰ τὴν φυλακὴν τυχεῖν τῆς ἐπιθυμίας ἐδύνατο χαλεπῶς διέκειτο, καὶ τό τε σῶμα τῆς ὀδύνης αὐτὸν κατεσθιούσης κατισχναίνετο καὶ τὴν χρόαν μετέβαλλε. δῆλος δὲ γίνεται ταῦτα πάσχων Ἰωνάθῃ τινὶ συγγενεῖ καὶ φίλῳ· συνετὸς δʼ ἦν οὗτος ἐν τοῖς μάλιστα καὶ τὴν διάνοιαν ὀξύς. ὁρῶν οὖν καθʼ ἑκάστην πρωίαν τὸν Ἀμνῶνα μὴ κατὰ φύσιν ἔχοντα τῷ σώματι προσελθὼν ἠρώτα φράσαι τὴν αἰτίαν αὐτῷ, εἰκάζειν μέντοι γε οὕτως ἔλεγεν ἐξ ἐρωτικῆς αὐτὸν ἔχειν ἐπιθυμίας.