Ancient Greek · ~3 min
165 to 167
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 165-3-167
Not analysed yet
τοῦ δὲ Ἀμνῶνος ὁμολογήσαντος τὸ πάθος ὅτι τῆς ἀδελφῆς ἐρᾷ τυγχανούσης ὁμοπατρίας, ὁδὸν αὐτῷ καὶ μηχανὴν εἰς τὸ περιγενέσθαι τῶν εὐκταίων ὑπέθετο· νόσον γὰρ ὑποκρίνασθαι παρῄνεσεν, ἐλθόντα δὲ πρὸς αὐτὸν τὸν πατέρα πέμψαι τὴν ἀδελφὴν αὐτῷ διακονησομένην ἐκέλευσε παρακαλέσαι· ῥᾴω γὰρ ἔσεσθαι καὶ ταχέως ἀπαλλαγήσεσθαι τῆς νόσου τούτου γενομένου. πεσὼν οὖν ὁ Ἀμνὼν ἐπὶ τὴν κλίνην νοσεῖν προσεποιήσατο κατὰ τὰς Ἰωνάθου ὑποθήκας. παραγενομένου δὲ τοῦ πατρὸς καὶ σκεπτομένου πῶς ἔχοι, τὴν ἀδελφὴν ἐδεῖτο πέμψαι πρὸς αὐτόν· ὁ δʼ εὐθὺς ἐκέλευσεν ἀχθῆναι. ἡκούσῃ δὲ προσέταξεν ἄρτους αὐτῷ ποιῆσαι τηγανιστοὺς αὐτουργῷ γενομένῃ· προσοίσεσθαι γὰρ ἥδιον ἐκ τῶν ἐκείνης χειρῶν. ἡ δʼ ἐμβλέποντος τἀδελφοῦ φυράσασα τὸ ἄλευρον καὶ πλάσασα κολλυρίδας καὶ τηγανίσασα προσήνεγκεν αὐτῷ· ὁ δὲ τότε μὲν οὐκ ἐγεύσατο, προσέταξε δὲ τοῖς οἰκέταις παραιτήσασθαι πάντας πρὸ τοῦ δωματίου· βούλεσθαι γὰρ ἀναπαύσασθαι θορύβου καὶ ταραχῆς ἀπηλλαγμένος.