Ancient Greek · ~6 min
160 to 165
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 160-165
Not analysed yet
Ὁ δὲ βασιλεὺς Σολόμων τοὺς ἔτι τῶν Χαναναίων οὐχ ὑπακούοντας, οἳ ἐν τῷ Λιβάνῳ διέτριβον ὄρει καὶ μέχρι πόλεως Ἀμάθης, ὑποχειρίους ποιησάμενος φόρον αὐτοῖς προσέταξε καὶ πρὸς τὸ θητεύειν αὐτῷ καὶ τὰς οἰκετικὰς χρείας ἐκτελεῖν καὶ πρὸς γεωργίαν κατʼ ἔτος ἐξ αὐτῶν ἐπελέγετο. τῶν γὰρ Ἑβραίων οὐδεὶς ἐδούλευεν οὐδʼ ἦν εὔλογον ἔθνη πολλὰ τοῦ θεοῦ δεδωκότος αὐτοῖς ὑποχείρια, δέον ἐκ τούτων ποιεῖσθαι τὸ θητικόν, αὐτοὺς κατάγειν εἰς τοῦτο τὸ σχῆμα, ἀλλὰ πάντες ἐν ὅπλοις ἐφʼ ἁρμάτων καὶ ἵππων στρατευόμενοι μᾶλλον ἢ δουλεύοντες διῆγον. τῶν δὲ Χαναναίων, οὓς εἰς τὴν οἰκετείαν ἀπήγαγεν. ἄρχοντας ἀπέδειξε πεντακοσίους καὶ πεντήκοντα τὸν ἀριθμόν, οἳ τὴν ὅλην αὐτῶν ἐπιτροπὴν εἰλήφεσαν παρὰ τοῦ βασιλέως, ὥστε διδάσκειν αὐτοὺς τὰ ἔργα καὶ τὰς πραγματείας, ἐφʼ ἃς ἂν αὐτῶν ἔχρῃζεν. Ἐναυπηγήσατο δὲ ὁ βασιλεὺς ἐν τῷ Αἰγυπτιακῷ κόλπῳ σκάφη πολλὰ τῆς Ἐρυθρᾶς θαλάσσης ἔν τινι τόπῳ λεγομένῳ Γασίων Γάβελος οὐ πόρρω Ἰλάνεως πόλεως, ἣ νῦν Βερενίκη καλεῖται· αὕτη γὰρ ἡ χώρα τὸ πρὶν Ἰουδαίων ἦν. ἔτυχε δὲ καὶ τῆς ἁρμοζούσης εἰς τὰς ναῦς δωρεᾶς παρʼ Εἰρώμου τοῦ Τυρίων βασιλέως· ἄνδρας γὰρ αὐτῷ κυβερνήτας καὶ τῶν θαλασσίων ἐπιστήμονας ἔπεμψεν ἱκανούς, οἷς ἐκέλευσε πλεύσαντας μετὰ τῶν ἰδίων οἰκονόμων εἰς τὴν πάλαι μὲν Σώφειραν νῦν δὲ χρυσῆν γῆν καλουμένην, τῆς Ἰνδικῆς ἐστιν αὕτη, χρυσὸν αὐτῷ κομίσαι. καὶ συναθροίσαντες ὡς τετρακόσια τάλαντα πάλιν ἀνεχώρησαν πρὸς τὸν βασιλέα. Τὴν δὲ τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας τότε βασιλεύουσαν γυναῖκα σοφίᾳ διαπεπονημένην καὶ τἆλλα θαυμαστὴν ἀκούουσαν τὴν Σολόμωνος ἀρετὴν καὶ φρόνησιν ἐπιθυμία τῆς ὄψεως αὐτοῦ ἐκ τῶν ὁσημέραι περὶ τῶν ἐκεῖ λεγομένων πρὸς αὐτὸν ἤγαγε·