Ancient Greek · ~3 min
166 to 168
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 166-3-168
Not analysed yet
πεισθῆναι γὰρ ὑπὸ τῆς πείρας ἀλλʼ οὐχ ὑπὸ τῆς ἀκοῆς, ἣν εἰκός ἐστι καὶ ψευδεῖ δόξῃ συγκατατίθεσθαι καὶ μεταπεῖσαι πάλιν, ὅλη γὰρ ἐπὶ τοῖς ἀπαγγέλλουσι κεῖται, θέλουσα πρὸς αὐτὸν ἐλθεῖν διέγνω, μάλιστα καὶ τῆς σοφίας αὐτοῦ βουλομένη λαβεῖν πεῖραν αὐτὴ προτείνασα καὶ λῦσαι τὸ ἄπορον τῆς διανοίας δεηθεῖσα ἧκεν εἰς Ἱεροσόλυμα μετὰ πολλῆς δόξης καὶ πλούτου παρασκευῆς· ἐπηγάγετο γὰρ καμήλους χρυσίου μεστὰς καὶ ἀρωμάτων ποικίλων καὶ λίθων πολυτελῶν. ὡς δʼ ἀφικομένην αὐτὴν ἡδέως ὁ βασιλεὺς προσεδέξατο. τά τε ἄλλα περὶ αὐτὴν φιλότιμος ἦν καὶ τὰ προβαλλόμενα σοφίσματα ῥᾳδίως τῇ συνέσει καταλαμβανόμενος θᾶττον ἢ προσεδόκα τις ἐπελύετο. ἡ δʼ ἐξεπλήσσετο μὲν καὶ τὴν σοφίαν τοῦ Σολόμωνος οὕτως ὑπερβάλλουσαν αὐτὴν καὶ τῆς ἀκουομένης τῇ πείρᾳ κρείττω καταμαθοῦσα, μάλιστα δʼ ἐθαύμαζε τὰ βασίλεια τοῦ τε κάλλους καὶ τοῦ μεγέθους οὐχ ἧττον δὲ τῆς διατάξεως τῶν οἰκοδομημάτων·