Ancient Greek
161 to 168
Flavius Josephus, Jewish Antiquities 161-3-168
Not analysed yet
ἐφθάκει δὲ ἤδη τῶν βουλευτῶν τὸ πᾶν πλῆθος συνειλεγμένον καὶ μάλιστα οἱ εἰς τοῦ Γαΐου συνελθόντες τὸν φόνον θράσει τε ἤδη χρώμενοι κἀν καταφρονήματι μεγάλῳ ὄντες ὡς εἰς αὐτοὺς ἀνακειμένων δὴ τῶν πραγμάτων. Ἐν τούτῳ δὴ ὄντων τῶν πραγμάτων αἰφνίδιον ἀρπάζεται Κλαύδιος ἐκ τῆς οἰκίας· οἱ γὰρ στρατιῶται συνόδου γενομένης αὐτοῖς, ἀλλήλοις καὶ αὑτοῖς λόγον δόντες περὶ τοῖς ποιητέοις ἑώρων δημοκρατίαν ἀδύνατόν τε ὂν ἐν κράτει τοσῶνδε ἄν ποτε γενέσθαι πραγμάτων ἐξικομένην τε οὐκ ἐπʼ ἀγαθῷ τῷ αὐτῶν κτήσασθαι τὴν ἀρχήν, εἴ τέ τις τῶν κατὰ ἕνα σχήσοι τὴν ἡγεμονίαν, εἰς πάντα λυπηρὸν αὐτοῖς εἶναι μὴ οὐ συνεργοῖς τῆς ἀρχῆς καταστᾶσιν. καλῶς οὖν ἔχειν ἀκρίτων ἔτι ὄντων τῶν πραγμάτων ἡγεμόνα αἱρεῖσθαι Κλαύδιον, πάτρωά τε ὄντα τοῦ τεθνεῶτος καὶ τῶν εἰς τὴν βουλὴν συλλεγομένων οὐδενὸς οὗτινος οὐκ ἀξιολογώτερον προγόνων τε ἀρετῇ καὶ τῷ κατʼ αὐτὸν παιδείαν μεμελετηκότι, καὶ σταθέντα αὐτοκράτορα τιμήσειν τε τὰ εἰκότα καὶ ἀμείψεσθαι δωρεαῖς. ταῦτα διανοοῦνταί τε καὶ ἔπραξαν ἐκ τοῦ παραχρῆμα. ἥρπαστο μὲν δὴ Κλαύδιος ὑπὸ τοῦ στρατιωτικοῦ. Ναῖος δὲ Σέντιος Σατορνῖνος καίτοι πεπυσμένος τὴν Κλαυδίου ἁρπαγήν, καὶ ὡς ἐπιδικάζοιτο τῆς ἀρχῆς ἄκων μὲν δοκεῖν, τὸ δὲ ἀληθὲς καὶ βουλήσει τῇ αὐτοῦ, καταστὰς ἐπὶ τῆς συγκλήτου καὶ μηδὲν ἐκπλαγεὶς ἐλευθέροις τε καὶ γενναίοις ἀνδράσι πρεπόντως ποιεῖται παραίνεσιν τάδε λέγων. Εἰ καὶ ἄπιστον, ὦ Ῥωμαῖοι, διὰ τὸ χρόνῳ πολλῷ ἥκειν ἀνέλπιστον οὖσαν ἡμῖν, ἀλλʼ οὖν ἔχομεν τοῦ ἐλευθέρου τὴν ἀξίωσιν, ἄδηλον μὲν ἐφʼ ὁπόσον παρατείνουσαν καὶ γνώμῃ θεῶν οἳ ἐχαρίσαντο αὐτὴν κειμένην, εὐφραίνειν δὲ ἀρκοῦσαν καὶ εἴπερ ἀφαιρεθείημεν αὐτῆς εὐδαιμονίᾳ συνάγουσαν· ἱκανὴ γὰρ καὶ μία ὥρα τοῖς ἀρετῆς αἰσθανομένοις καὶ μετʼ αὐτοτελοῦς τῆς διανοίας ἐν αὐτοδίκῳ τῇ πατρίδι καὶ μετὰ νόμων, οἷς ποτε ἤνθησε, διαιτωμένῃ βιωθεῖσα.