Ancient Greek
169 to 174
Flavius Josephus, Jewish Antiquities 169-9-174
Not analysed yet
ἐμοὶ δὲ τῆς μὲν πρότερον ἐλευθερίας ἀμνημονεῖν ἔστι διὰ τὸ κατόπιν αὐτῆς γεγονέναι, τῆς δὲ νῦν ἀπλήστως πιμπλαμένῳ μακαριστούς τε ἡγεῖσθαι τοὺς ἐγγενηθέντας καὶ ἐντραφέντας αὐτῇ καὶ τῶν θεῶν οὐδὲν μειόνως ἀξίους τιμῆς τούσδε τοὺς ἄνδρας, οἳ ὀψὲ γοῦν κἀν τούτῳ τῆς ἡλικίας ἡμᾶς γεύσαντας αὐτῆς. καὶ εἴη μὲν εἰς πᾶν τοῦ αἰῶνος τὸ ἐπιὸν παραμεῖναι τὴν ἄδειαν αὐτῆς, ἀρκοῦσα δʼ ἂν γένοιτο καὶ ἥδε ἡ ἡμέρα τοῖς τε νεωτέροις ἡμῶν καὶ ὅσοι γεγηράκαμεν αἰὼν ὑπείληπται, τοῖς πρεσβυτέροις δόντων ἀγαθῶν αὐτῆς ἐν ὁμιλίᾳ γεγονότες μετασταῖεν, τοῖς δὲ νεωτέροις παίδευμα ἀρετῆς καταστάσεως ἀγαθὸν ἀνδράσι τοῖσδε ἀφʼ ὧν γεγόναμεν, νῦν δὲ ἤδη καὶ ἡμῖν διὰ τὴν ἄρτι ὥραν οὐδὲν προυργιαίτερον εἴη τοῦ ζῆν μετὰ ἀρετῆς, ἣ μόνη ἐκφροντίζει τῷ ἀνθρωπείῳ τὸ ἐλεύθερον· ἐγὼ γὰρ τὰ παλαιὰ οἶδα ἀκοῇ παραλαβών, οἷς δὲ ὄψει ὁμιλήσας ᾐσθόμην, οἵων κακῶν τὰς πολιτείας ἀναπιμπλᾶσιν αἱ τυραννίδες, κωλύουσαι μὲν πᾶσαν ἀρετὴν καὶ τοῦ μεγαλόφρονος ἀφαιρούμεναι τὸ ἐλεύθερον, κολακείας δὲ καὶ φόβου διδάσκαλοι καθιστάμεναι διὰ τὸ μὴ ἐπὶ σοφίᾳ τῶν νόμων, ἀλλʼ ἐπὶ τῇ ὀργῇ τῶν ἐφεστηκότων καταλιπεῖν τὰ πράγματα. ἀφʼ οὗ γὰρ Ἰούλιος Καῖσαρ φρονήσας ἐπὶ καταλύσει τῆς δημοκρατίας καὶ διαβιασάμενος τὸν κόσμον τῶν νόμων τὴν πολιτείαν συνετάραξεν, κρείσσων μὲν τοῦ δικαίου γενόμενος, ἥσσων δὲ τοῦ κατʼ ἰδίαν ἡδονὴν αὐτῷ κομιοῦντος, οὐκ ἔστιν ὅ τι τῶν κακῶν οὐ διέτριψεν τὴν πόλιν, φιλοτιμηθέντων πρὸς ἀλλήλους ἁπάντων, οἳ ἐκείνῳ διάδοχοι τῆς ἀρχῆς κατέστησαν, ἐπʼ ἀφανισμῷ τοῦ πατρίου καὶ ὡς ἂν μάλιστα τῶν πολιτῶν ἐρημίαν τοῦ γενναίου καταλείποιεν, διὰ τὸ οἴεσθαι πρὸς ἀσφαλείας εἶναι τῆς αὐτῶν τὸ κιβδήλοις ἀνδράσιν ὁμιλεῖν καὶ τῶν ἀρετῇ προύχειν πεπιστευμένων οὐ μόνον ὑφαιρεῖν τι τοῦ αὐχήματος, ἀλλʼ εἰς τὸ πᾶν ἐπιφημίζειν αὐτῷ τοῖς ὀλέθροις