Ancient Greek · ~7 min
162 to 169
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 162-169
Not analysed yet
Ἐπὶ δὲ τούτοις τρίτον ἐνδύεται τὸν λεγόμενον μὲν ἐφώδην, Ἑλληνικῇ δʼ ἐπωμίδι προσεοικότα· γίνεται γὰρ τοῦτον τὸν τρόπον. ὑφανθεὶς ἐπὶ βάθος πηχυαῖον ἔκ τε χρωμάτων παντοίων καὶ χρυσοῦ συμπεποικιλμένος ἀπερίπτυκτον τοῦ στέρνου τὸ μέσον καταλιμπάνει χειρῖσι τε ἠσκημένος καὶ τῷ παντὶ σχήματι χιτὼν εἶναι πεποιημένος. τῷ δὲ διακένῳ τοῦ ἐνδύματος σύνεισι περίτμημα σπιθαμῆς τὸ μέγεθος χρυσῷ τε καὶ τοῖς αὐτοῖς τῷ ἐφώδῃ βάμμασι διηνθισμένον· ἐσσὴν μὲν καλεῖται, σημαίνει δὲ τοῦτο κατὰ τὴν Ἑλλήνων γλῶτταν λόγιον· πληροῖ δὲ ἀκριβῶς τοῦ ἐφώδου ὅπερ ὑφαίνοντες κατὰ στῆθος ἐξέλιπον, ἑνοῦται δʼ ὑπὸ κρίκων χρυσέων αὐτῷ τε κατὰ γωνίαν ἑκάστην κἀκείνῳ τῶν ἴσων προσκεκοινωμένων, ῥάμματος ὑακίνθου παραληφθέντος εἰς τὴν πρὸς ἀλλήλους κατάδεσιν τοῖς κρίκοις. πρὸς δὲ τὸ μὴ χαλαρὸν εἶναι τὸ ἐν μέσῳ τῶν κρίκων καταλιμπανόμενον ῥαφὴν αὐτοῦ νήμασιν ὑακινθίνοις ἐπενόησαν. πορποῦσι δὲ τὴν ἐπωμίδα σαρδόνυχες δύο κατὰ τῶν ὤμων ἑκάτερον τέλος ἐπʼ αὐτοὺς ἐπιθέον χρύσεον ἔχοντες πρὸς τὸ ταῖς περονίσιν ἐπιτήδειον εἶναι. ἐγγέγραπται δὲ τούτοις τῶν Ἰακώβου παίδων τὰ ὀνόματα γράμμασιν ἐπιχωρίοις γλώσσῃ τῇ ἡμετέρᾳ κατὰ ἓξ τῶν λίθων ἑκατέρῳ, οἱ πρεσβύτεροι δʼ εἰσὶ κατὰ ὦμον τὸν δεξιόν. ἐπίασι δὲ καὶ τὸν ἐσσήνην λίθοι δώδεκα μεγέθει καὶ κάλλει διαφέροντες οὐ κτητὸς ἀνθρώποις κόσμος διὰ τιμῆς ὑπερβολὴν ὄντες· οὗτοι μέντοι κατὰ στίχον τρεῖς ἐπὶ τεσσάρων διακείμενοι γραμμῶν ἐνήσκηνται τῷ ὕφει, χρυσὸς δʼ αὐτοὺς ἐκπεριέρχεται τὰς ἕλικας ἐντιθεὶς τῷ ὕφει πρὸς τὸ μὴ διαρρεῖν οὕτως πεποιημένος. καὶ ἡ μὲν πρώτη τριάς ἐστι σαρδόνυξ τόπαζος σμάραγδος, ἡ δευτέρα δὲ ἄνθρακα παρέχεται καὶ ἴασπιν καὶ σάπφειρον, τῆς δὲ τρίτης λίγυρος μὲν ἄρχει εἶτα ἀμέθυσος ἀχάτης δὲ τρίτος ἔνατος ὢν τοῖς πᾶσι, τετάρτου δὲ στίχου χρυσόλιθος μὲν πρόκειται, μετὰ δὲ αὐτὸν ὄνυξ, εἶτα βήρυλλος, τελευταῖος οὗτος. γράμματα δὲ ἐπετέτμητο πᾶσι τῶν Ἰακώβου υἱῶν, οὓς καὶ φυλάρχους νομίζομεν, ἑκάστου τῶν λίθων ὀνόματι τετιμημένου κατὰ τάξιν ἣν ἕκαστον αὐτῶν γενέσθαι συμβέβηκε.