Ancient Greek · ~4 min
170 to 173
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 170-2-173
Not analysed yet
τῶν οὖν κρίκων ἀσθενῶν ὄντων κατʼ αὐτοὺς ἐνεγκεῖν τὸ βάρος τῶν λίθων ἑτέρους δύο κρίκους μείζονας τῇ πέζῃ τοῦ ἐσσήνου ᾗπερ ἀνήκει πρὸς τὸν τράχηλον ἐμβεβηκότας τῷ ὑφάσματι ποιοῦσι, δεξομένους ἁλύσεις εἰργασμένας, αἳ συνῆσαν κατʼ ἄκρον τῶν ὤμων σειραῖς ἐκ χρυσοῦ πεπλεγμέναις συνάπτουσαι, ὧν τὸ ἄκρον ἀνεστραμμένον ἐνέβαινε κρίκῳ προέχοντι τῆς νωτιαίας πέζης τοῦ ἐφώδου. καὶ τοῦτο ἦν ἀσφάλεια τῷ ἐσσήνῃ πρὸς τὸ μὴ περιρρεῖν, ζώνη δὲ τῷ ἐσσήνῃ προσέρραπτο βάμμασιν οἷς προεῖπον μετὰ χρυσίου προσφερής, ἣ περιοδεύσασα δεῖται πάλιν ἐπὶ τῇ ῥαφῇ καὶ κατακρεμνᾶται· τοὺς δὲ θυσάνους χρύσεαι σύριγγες καθʼ ἑκατέραν ἄκραν ἐκλαβοῦσαι πάντας ἐμπεριέχουσιν αὗται. Πῖλον δὲ ἦν ὁ καὶ πρότερον αὐτῷ παραπλησίως εἰργασμένος τοῖς πᾶσιν ἱερεῦσιν, ὑπʼ αὐτὸν δὲ συνερραμμένος ἕτερος ἐξ ὑακίνθου πεποικιλμένος περιέρχεται στέφανος χρύσεος ἐπὶ τριστιχίαν κεχαλκευμένος. θάλλει δʼ ἐπʼ αὐτῷ κάλυξ χρύσεος τῇ σακχάρῳ βοτάνῃ παρʼ ἡμῖν λεγομένῃ ἀπομεμιμημένος, ὑὸς δὲ κύαμον Ἑλλήνων οἱ περὶ τομὰς ῥιζῶν ἐμπείρως ἔχοντες προσαγορεύουσιν. εἰ δέ τις ἢ θεασάμενος τὴν βοτάνην ἀμαθίᾳ τούτου ἀγνοεῖ τὴν φύσιν αὐτῆς ἢ τὴν κλῆσιν ἐπιστάμενος οὐκ ἰδὼν δʼ ἀναγνωρίσειε, τοῖς οὕτω δὴ ἔχουσι σημανῶ τὸν τρόπον·