Ancient Greek · ~7 min
163 to 169
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 163-169
Not analysed yet
ὑμᾶς τε βούλομαι καὶ αὐτοὺς λήθην ἐκείνων λαβόντας ἥδεσθαι μᾶλλον τῆς τότε ἀβουλίας εἰς τοιοῦτον ἐπελθούσης τέλος ἢ δυσφορεῖν αἰσχυνομένους ἐπὶ τοῖς ἡμαρτημένοις. μὴ οὖν δόξῃ λυπεῖν ὑμᾶς τὸ κατʼ ἐμοῦ ψῆφον ἐνεγκεῖν πονηρὰν καὶ ἡ ἐπʼ αὐτῇ μετάνοια τῷ γε μὴ προχωρῆσαι τὰ βεβουλευμένα. χαίροντες οὖν ἐπὶ τοῖς ἐκ θεοῦ γεγενημένοις ἄπιτε ταῦτα δηλώσοντες τῷ πατρί, μὴ καὶ ταῖς ὑπὲρ ὑμῶν φροντίσιν ἀναλωθεὶς ζημιώσῃ μου τὸ κάλλιστον τῆς εὐδαιμονίας πρὶν εἰς ὄψιν ἐλθεῖν τὴν ἐμὴν καὶ μεταλαβεῖν τῶν παρόντων ἀποθανών. αὐτὸν δὲ τοῦτον καὶ γυναῖκας ὑμετέρας καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν ὑμῶν ἀναλαβόντες ἐνθάδε μετοικίζεσθε· οὐδὲ γὰρ ἀποδήμους εἶναι δεῖ τῶν ἀγαθῶν τῶν ἡμετέρων τοὺς ἐμοὶ φιλτάτους ἄλλως τε καὶ τοῦ λιμοῦ λοιπὴν ἔτι πενταετίαν περιμενοῦντος. ταῦτʼ εἰπὼν Ἰώσηπος περιβάλλει τοὺς ἀδελφούς· οἱ δʼ ἐν δάκρυσιν ἦσαν καὶ λύπῃ τῶν ἐπʼ αὐτῷ βεβουλευμένων τιμωρίας τʼ οὐδὲν αὐτοῖς ἀπολιπεῖν ἐδόκει τὸ εὔγνωμον τἀδελφοῦ. καὶ τότε μὲν ἦσαν ἐν εὐωχίᾳ· βασιλεὺς δʼ ἀκούσας ἥκοντας πρὸς τὸν Ἰώσηπον τοὺς ἀδελφοὺς ἥσθη τε μεγάλως καὶ ὡς ἐπʼ οἰκείῳ διατεθεὶς ἀγαθῷ παρεῖχεν αὐτοῖς ἁμάξας σίτου πλήρεις καὶ χρυσὸν καὶ ἄργυρον ἀποκομίζειν τῷ πατρί. λαβόντες δὲ πλείω παρὰ τἀδελφοῦ τὰ μὲν τῷ πατρὶ φέρειν τὰ δὲ αὐτοὶ δωρεὰς ἔχειν ἕκαστος ἰδίας, πλειόνων ἠξιωμένου Βενιαμὶν παρʼ αὐτούς, ἀπῄεσαν. Ὡς δʼ ἀφικομένων τῶν παίδων Ἰάκωβος τὰ περὶ τὸν Ἰώσηπον ἔμαθεν, ὅτι μὴ μόνον εἴη τὸν θάνατον διαπεφευγὼς ἐφʼ ᾧ πενθῶν διῆγεν, ἀλλὰ καὶ ζῇ μετὰ λαμπρᾶς εὐδαιμονίας βασιλεῖ συνδιέπων τὴν Αἴγυπτον καὶ τὴν ἅπασαν σχεδὸν ἐγκεχειρισμένος αὐτῆς ἐπιμέλειαν, ἄπιστον μὲν οὐδὲν ἐδόκει τῶν ἠγγελμένων λογιζόμενος τοῦ θεοῦ τὴν μεγαλουργίαν καὶ τὴν πρὸς αὐτὸν εὔνοιαν, εἰ καὶ τῷ μεταξὺ χρόνῳ διέλιπεν, ὥρμητο δʼ εὐθὺς πρὸς τὸν Ἰώσηπον.