Ancient Greek · ~7 min
156 to 162
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 156-2-162
Not analysed yet
καὶ ὅτι μὲν καὶ νέος ὢν ἥμαρτε καὶ μήπω τὸ φρονεῖν ἐρηρεισμένος καὶ ὡς ἀνθρώπινον τοῖς τοιούτοις συγγνώμην νέμειν, σοὶ καταλιπὼν παύομαι περαιτέρω λέγειν, ἵνʼ εἰ μὲν κατακρίνειας ἡμῶν, τὰ μὴ λεχθέντα δόξῃ βεβλαφέναι πρὸς τὸ σκυθρωπότερον ἡμᾶς, εἰ δʼ ἀπολύσειας, κἀκεῖνα τῇ σαυτοῦ χρηστότητι συνιδὼν ἀπεψηφίσθαι νομισθῇς, οὐ σώσας μόνον ἡμᾶς ἀλλὰ καὶ διʼ οὗ δικαιότεροι μᾶλλον φανούμεθα τυχεῖν χαριζόμενος καὶ πλέον ἡμῶν αὐτῶν ὑπὲρ τῆς ἡμετέρας νοήσας σωτηρίας. εἴτʼ οὖν κτείνειν αὐτὸν θέλεις, ἐμὲ τιμωρησάμενος ἀντὶ τούτου τῷ πατρὶ τοῦτον ἀπόπεμψον, εἴτε καὶ κατέχειν σοι δοκεῖ δοῦλον, ἐγὼ πρὸς τὰς χρείας σοι ὑπηρετικώτερος, ἀμείνων ὡς ὁρᾷς πρὸς ἑκάτερον τῶν παθῶν ὑπάρχων. Ἰούδας μὲν οὖν πάντα ὑπομένειν ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἡδέως ἔχων ῥίπτει πρὸ τῶν Ἰωσήπου ποδῶν ἑαυτόν, εἴ πως ἐκμαλάξειε τὴν ὀργὴν αὐτοῦ καὶ καταπραΰνειεν ἀγωνιζόμενος, προύπεσον δὲ καὶ οἱ ἀδελφοὶ πάντες δακρύοντες καὶ παραδιδόντες ἑαυτοὺς ὑπὲρ τῆς Βενιαμὶν ψυχῆς ἀπολουμένους. Ὁ δὲ Ἰώσηπος ἐλεγχόμενος ὑπὸ τοῦ πάθους καὶ μηκέτι δυνάμενος τὴν τῆς ὀργῆς φέρειν ὑπόκρισιν κελεύει μὲν ἀπελθεῖν τοὺς παρόντας, ἵνα μόνοις αὑτὸν τοῖς ἀδελφοῖς ποιήσῃ φανερόν, ἀναχωρησάντων δὲ ποιεῖ γνώριμον αὑτὸν τοῖς ἀδελφοῖς καί φησι· τῆς μὲν ἀρετῆς ὑμᾶς καὶ τῆς εὐνοίας τῆς περὶ τὸν ἀδελφὸν ἡμῶν ἐπαινῶ καὶ κρείττονας ἢ προσεδόκων ἐκ τῶν περὶ ἐμὲ βεβουλευμένων εὑρίσκω ταῦτα πάντα ποιήσας ἐπὶ πείρᾳ τῆς ὑμετέρας φιλαδελφίας· φύσει δὲ οὐδὲ περὶ ἐμὲ νομίζω πονηροὺς γεγονέναι, θεοῦ δὲ βουλήσει τήν τε νῦν πραγματευομένου τῶν ἀγαθῶν ἀπόλαυσιν καὶ τὴν ἐς ὕστερον, ἂν εὐμενὴς ἡμῖν παραμείνῃ. πατρός τε οὖν σωτηρίαν ἐγνωκὼς οὐδʼ ἐλπισθεῖσαν καὶ τοιούτους ὑμᾶς ὁρῶν περὶ τὸν ἀδελφὸν οὐδʼ ὧν εἰς ἐμὲ δοκεῖτε ἁμαρτεῖν ἔτι μνημονεύω, παύσομαι δὲ τῆς ἐπʼ αὐτοῖς μισοπονηρίας καὶ ὡς συναιτίοις τῶν τῷ θεῷ βεβουλευμένων εἰς τὰ παρόντα χάριν ἔχειν ὁμολογῶ.