Ancient Greek · ~7 min
164 to 169
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 164-2-169
Not analysed yet
οἱ δʼ Ἰσραηλῖται τήν τε Γάβαν ἐμπιπρᾶσι καὶ τὰς γυναῖκας καὶ τῶν ἀρρένων τοὺς μὴ ἐν ἀκμῇ διεχρήσαντο, τάς τε ἄλλας τῶν Βενιαμιτῶν πόλεις ταὐτὰ δρῶσιν, οὕτως τε ἦσαν παρωξυμμένοι, ὡς καὶ Ἰάβησον τῆς Γαλαδίτιδος οὖσαν, ὅτι μὴ συμμαχήσειεν αὐτοῖς κατὰ τῶν Βενιαμιτῶν, πέμψαντες μυρίους καὶ δισχιλίους ἐκ τῶν τάξεων ἐκέλευσαν ἀνελεῖν. καὶ φονεύουσι τὸ μάχιμον τῆς πόλεως οἱ πεμφθέντες σὺν τέκνοις καὶ γυναιξὶ πλὴν τετρακοσίων παρθένων. ἐπὶ τοσοῦτον ὑπʼ ὀργῆς προήχθησαν τῷ κατὰ τὴν γυναῖκα πάθει προσλαβόντες καὶ τὸ κατὰ τὴν ἀναίρεσιν τῶν ὁπλιτῶν. Μετάνοια δʼ αὐτοὺς λαμβάνει τῆς τῶν Βενιαμιτῶν συμφορᾶς καὶ νηστείαν ἐπʼ αὐτοῖς προέθεντο καίτοι δίκαια παθεῖν αὐτοὺς ἀξιοῦντες εἰς τοὺς νόμους ἐξαμαρτάνοντας, καὶ τοὺς διαφυγόντας αὐτῶν ἑξακοσίους διὰ πρεσβευτῶν ἐκάλουν· καθίδρυντο γὰρ ὑπὲρ πέτρας τινὸς Ῥοᾶς καλουμένης κατὰ τὴν ἔρημον. οἱ δὲ πρέσβεις ὡς οὐκ ἐκείνοις τῆς συμφορᾶς μόνοις γεγενημένης ἀλλὰ καὶ αὐτοῖς τῶν συγγενῶν ἀπολωλότων ὀδυρόμενοι πρᾴως ἔπειθον φέρειν καὶ συνελθεῖν εἰς ταὐτὸ καὶ μὴ παντελῆ τῆς Βενιαμίτιδος φυλῆς ὄλεθρον τό γε ἐπʼ αὐτοῖς καταψηφίσασθαι. συγχωροῦμεν δὲ ὑμῖν, ἔλεγον, τὴν ἁπάσης τῆς φυλῆς γῆν καὶ λείαν ὅσην ἂν ἄγειν δυνηθῆτε . οἱ δὲ τῶν καθʼ ἑαυτοὺς θεοῦ ψήφῳ γεγονότων καὶ κατʼ ἀδικίαν τὴν αὐτῶν γνωσιμαχήσαντες κατῄεσαν εἰς τὴν πάτριον φυλὴν πειθόμενοι τοῖς προκαλουμένοις. οἱ δʼ Ἰσραηλῖται γυναῖκας αὐτοῖς τὰς τετρακοσίας ἔδοσαν παρθένους τὰς Ἰαβίτιδας, περὶ δὲ τῶν διακοσίων ἐσκόπουν, ὅπως κἀκεῖνοι γυναικῶν εὐπορήσαντες παιδοποιῶνται. γεγενημένων δὲ αὐτοῖς ὅρκων ὥστε μηδενὶ Βενιαμίτῃ συνοικίσαι θυγατέρα πρὸ τοῦ πολέμου, οἱ μὲν ὀλιγωρεῖν συνεβούλευον τῶν ὀμωμοσμένων ὡς ὑπʼ ὀργῆς ὀμόσαντες οὐ γνώμῃ καὶ κρίσει, τῷ δὲ θεῷ μηδὲν ἐναντίον ποιήσειν εἰ φυλὴν ὅλην κινδυνεύουσαν ἀπολέσθαι σῶσαι δυνηθεῖεν, τάς τε ἐπιορκίας οὐχ ὅταν ὑπὸ ἀνάγκης γένωνται χαλεπὰς εἶναι καὶ ἐπισφαλεῖς, ἀλλʼ ὅταν ἐν κακουργίᾳ τολμηθῶσι.