Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 17-2
Not analysed yet
ὀλίγου δὲ χρόνου διελθόντος καὶ ὁ τῶν Ἀσσυρίων βασιλεὺς διαμαρτὼν τῆς ἐπὶ τοὺς Αἰγυπτίους ἐπιβολῆς ἄπρακτος ἀνεχώρησεν ἐπʼ οἴκου διʼ αἰτίαν τοιαύτην· πολὺς αὐτῷ χρόνος ἐτρίβετο πρὸς τὴν Πηλουσίου πολιορκίαν, καὶ τῶν χωμάτων ἤδη μετεώρων ὄντων, ἃ πρὸς τοῖς τείχεσιν ἤγειρε, καὶ ὅσον οὔπω μέλλοντος προσβαλεῖν αὐτοῖς, ἀκούει τὸν τῶν Αἰθιόπων βασιλέα Θαρσικὴν πολλὴν ἄγοντα δύναμιν ἐπὶ συμμαχίᾳ τοῖς Αἰγυπτίοις ἥκειν διεγνωκότα ποιήσασθαι τὴν πορείαν διὰ τῆς ἐρήμου καὶ ἐξαίφνης εἰς τὴν τῶν Ἀσσυρίων ἐμβαλεῖν.