Ancient Greek · ~7 min
175 to 181
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 175-181
Not analysed yet
σφαιρίδος εἰς δύο τετμημένης περὶ τῷ πυθμένι τὴν ἑτέραν τομὴν ἔχει φυόμενος ἀπὸ ῥίζης περιφερής· εἶτα συνιὼν κατʼ ὀλίγον ὑποκοιλαινούσης εὐπρεπῶς τῆς ὑποχωρήσεως ἀνευρύνεται πάλιν ἠρέμα κατὰ χεῖλος, ὁμοίως ὀμφαλῷ ῥοιᾶς τετμημένος. ἐπίθεμα δʼ αὐτῷ ἡμισφαίριον προσπέφυκεν ἀκριβῶς ἂν εἴποι τις τετορνευμένον, ὑπερανεστώσας ἔχον τὰς ἐντομάς, ἃς εἶπον τῇ ῥοᾷ παραπλησίως βλαστάνειν, ἀκανθώδεις καὶ εἰς ὀξὺ παντελῶς ἀποληγούσας τὸ ἄκρον. φυλάττει δʼ ἐπὶ τῷ ἐπιθέματι τὸν καρπὸν διὰ παντὸς τοῦ κάλυκος ὄντα βοτάνης σπέρματι τῆς σιδηρίτιδος ὅμοιον, ἀφίησι δʼ ἄνθος τῷ τῆς μήκωνος πλαταγωνίῳ δυνάμενον δοκεῖν ἐμφερὲς εἶναι. ἐκ τούτου μὲν στέφανος ἐκκεχάλκευται ὅσον ἀπὸ τοῦ ἰνίου πρὸς ἑκάτερον τῶν κροτάφων. τὸ δὲ μέτωπον ἡ μὲν ἐφιελὶς οὐκ ἔπεισι, λεγέσθω γὰρ οὕτως ὁ κάλυξ, τελαμὼν δʼ ἐστὶ χρύσεος, ὃς ἱεροῖς γράμμασι τοῦ θεοῦ τὴν προσηγορίαν ἐπιτετμημένος ἐστί. καὶ τοιοῦτος μὲν ὁ τοῦ ἀρχιερέως κόσμος ἐστί. Θαυμάσειε δʼ ἄν τις τῶν ἀνθρώπων τὴν πρὸς ἡμᾶς ἀπέχθειαν, ἣν ὡς ἐκφαυλιζόντων ἡμῶν τὸ θεῖον ὅπερ αὐτοὶ σέβειν προῄρηνται διατετελέκασιν ἐσχηκότες· εἰ γάρ τις τῆς σκηνῆς κατανοήσειε τὴν πῆξιν καὶ τοῦ ἱερέως ἴδοι τὴν στολὴν τά τε σκεύη, οἷς περὶ τὴν ἱερουργίαν χρώμεθα, τόν τε νομοθέτην εὑρήσει θεῖον ἄνδρα καὶ ματαίως ἡμᾶς ὑπὸ τῶν ἄλλων τὰς βλασφημίας ἀκούοντας· ἕκαστα γὰρ τούτων εἰς ἀπομίμησιν καὶ διατύπωσιν τῶν ὅλων, εἴ τις ἀφθόνως ἐθέλοι καὶ μετὰ συνέσεως σκοπεῖν, εὑρήσει γεγονότα· τήν τε γὰρ σκηνὴν τριάκοντα πηχῶν οὖσαν νείμας εἰς τρία καὶ δύο μέρη πᾶσιν ἀνεὶς τοῖς ἱερεῦσιν ὥσπερ βέβηλόν τινα καὶ κοινὸν τόπον, τὴν γῆν καὶ τὴν θάλασσαν ἀποσημαίνει· καὶ γὰρ ταῦτα πᾶσίν ἐστιν ἐπιβατά. τὴν δὲ τρίτην μοῖραν μόνῳ περιέγραψε τῷ θεῷ διὰ τὸ καὶ τὸν οὐρανὸν ἀνεπίβατον εἶναι ἀνθρώποις.