Ancient Greek
182 to 187
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 182-2-187
Not analysed yet
ἐπί τε τῇ τραπέζῃ τοὺς δώδεκα τιθεὶς ἄρτους ἀποσημαίνει τὸν ἐνιαυτὸν εἰς τοσούτους μῆνας διῃρημένον. τὴν δὲ λυχνίαν ἐξ ἑβδομήκοντα μορίων ποιήσας συγκειμένην τὰς τῶν πλανητῶν δεκαμοιρίας ᾐνίξατο· καὶ λύχνους ὑπὲρ αὐτῆς ἑπτά, τῶν πλανητῶν τὴν φοράν· τοσοῦτοι γάρ εἰσι τὸν ἀριθμόν. τά τε φάρση ἐκ τεσσάρων ὑφανθέντα τὴν τῶν στοιχείων φύσιν δηλοῖ· ἥ τε γὰρ βύσσος τὴν γῆν ἀποσημαίνειν ἔοικε διὰ τὸ ἐξ αὐτῆς ἀνεῖσθαι τὸ λίνον, ἥ τε πορφύρα τὴν θάλασσαν τῷ πεφοινῖχθαι τῶν ἰχθύων τῷ αἵματι, τὸν δὲ ἀέρα βούλεται δηλοῦν ὁ ὑάκινθος, καὶ ὁ φοῖνιξ δʼ ἂν εἴη τεκμήριον τοῦ πυρός. ἀποσημαίνει δὲ καὶ ὁ τοῦ ἀρχιερέως χιτὼν τὴν γῆν λίνεος ὤν, ὁ δὲ ὑάκινθος τὸν πόλον, ἀστραπαῖς μὲν κατὰ τοὺς ῥοΐσκους ἀπεικασμένος βρονταῖς δὲ κατὰ τὸν τῶν κωδώνων ψόφον. καὶ τὴν ἐφαπτίδα τοῦ παντὸς τὴν φύσιν ἐκ τεσσάρων δοχθεῖσαν γενέσθαι τῷ θεῷ χρυσῷ συνυφασμένην κατʼ ἐπίνοιαν οἶμαι τῆς προσούσης ἅπασιν αὐγῆς. καὶ τὸν ἐσσῆνα μέσον ὄντα τῆς ἐφαπτίδος ἐν τρόπῳ γῆς ἔταξε· καὶ γὰρ αὕτη τὸν μεσαίτατον τόπον ἔχει· ζώνῃ τε περιοδεύσας τὸν ὠκεανὸν ἀποσημαίνει· καὶ γὰρ οὗτος ἐμπεριείληφε τὰ πάντα. δηλοῖ δὲ καὶ τὸν ἥλιον καὶ τὴν σελήνην τῶν σαρδονύχων ἑκάτερος, οἷς ἐνεπόρπωσε τὸν ἀρχιερέα. τήν τε δωδεκάδα τῶν λίθων εἴτε τοὺς μῆνάς τις θέλοι νοεῖν, εἴτε τὸν οὕτως ἀστέρων, ὃν ζωδιακὸν κύκλον Ἕλληνες καλοῦσι, τῆς κατʼ ἐκεῖνο γνώμης οὐκ ἂν ἁμάρτοι· καὶ ὁ πῖλος δέ μοι δοκεῖ τὸν οὐρανὸν τεκμηριοῦν ὑακίνθινος πεποιημένος, οὐ γὰρ ἂν ἄλλως ὑπερανετίθετο αὐτῷ τὸ ὄνομα τοῦ θεοῦ τῇ στεφάνῃ ἠγλαϊσμένον καὶ ταύτῃ χρυσέᾳ, διὰ τὴν αὐγήν, ᾗ μάλιστα χαίρει τὸ θεῖον. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτόν μοι δεδηλώσθω πολλάκις τε καὶ ἐν πολλοῖς τὴν ἀρετὴν τοῦ νομοθέτου παρεξόντων ἡμῖν διελθεῖν τῶν πραγμάτων.