Ancient Greek · ~7 min
185 to 191
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 185-191
Not analysed yet
ἔπειτα τὸν μὲν ἠρέμα κελεύσας ὁδεύειν αὐτὸς δὲ παραλαβὼν πέντε τῶν ἀδελφῶν ἠπείγετο πρὸς τὸν βασιλέα φράσων αὐτῷ παραγενόμενον μετὰ τοῦ γένους τὸν Ἰάκωβον. ὁ δὲ τοῦτο χαίρων ἤκουσε καὶ τὸν Ἰώσηπον ἐκέλευσεν αὐτῷ λέγειν τίνι βίῳ τερπόμενοι διατελοῦσιν ὡς αὐτοῖς τοῦτον ἐπιτρέψειε διάγειν. ὁ δὲ ποιμένας ἀγαθοὺς αὐτοὺς ἔλεγε καὶ μηδενὶ τῶν ἄλλων ἢ τούτῳ μόνῳ προσανέχειν, τοῦ τε μὴ διαζευγνυμένους ἀλλʼ ἐν ταὐτῷ τυγχάνοντας ἐπιμελεῖσθαι τοῦ πατρὸς προνοούμενος τοῦ τε τοῖς Αἰγυπτίοις εἶναι προσφιλεῖς μηδὲν πράττοντας τῶν αὐτῶν ἐκείνοις· Αἰγυπτίοις γὰρ ἀπειρημένον ἦν περὶ νομὰς ἀναστρέφεσθαι. Τοῦ δʼ Ἰακώβου παραγενομένου πρὸς τὸν βασιλέα καὶ ἀσπαζομένου τε καὶ κατευχομένου περὶ τῆς βασιλείας αὐτῷ ὁ Φαραώθης ἐπυνθάνετο, πόσον ἤδη βεβιωκὼς εἴη χρόνον. τοῦ δʼ ἑκατὸν ἔτη καὶ τριάκοντα γεγονέναι φήσαντος ἐθαύμασε τοῦ μήκους τῆς ζωῆς τὸν Ἰάκωβον. εἰπόντος δʼ ὡς ἥττονα τῶν προγόνων εἴη βεβιωκὼς ἔτη συνεχώρησεν αὐτῷ ζῆν μετὰ τῶν τέκνων ἐν Ἡλιουπόλει· ἐν ἐκείνῃ γὰρ καὶ οἱ ποιμένες αὐτοῦ τὰς νομὰς εἶχον. Ὁ δὲ λιμὸς τοῖς Αἰγυπτίοις ἐπετείνετο καὶ τὸ δεινὸν ἀπορώτερον ἔτι καὶ μᾶλλον αὐτοῖς ἐγίνετο μήτε τοῦ ποταμοῦ ἐπάρδοντος, οὐ γὰρ ηὔξανε, μήτε ὕοντος τοῦ θεοῦ πρόνοιάν τε μηδεμίαν αὐτῶν ὑπʼ ἀγνοίας πεποιημένων. καὶ τοῦ Ἰωσήπου τὸν σῖτον ἐπὶ χρήμασιν αὐτοῖς διδόντος, ὡς ταῦτʼ αὐτοῖς ἐπέλιπε, τῶν βοσκημάτων ἐωνοῦντο τὸν σῖτον καὶ τῶν ἀνδραπόδων· οἷς δὲ καὶ γῆς τις ἦν μοῖρα ταύτην παρεχώρουν ἐπὶ τιμῇ τροφῆς. οὕτως τε τοῦ βασιλέως πάσης αὐτῶν τῆς περιουσίας κυρίου γεγενημένου, μετῳκίσθησαν ἄλλος ἀλλαχοῦ, ὅπως βεβαία γένηται τῷ βασιλεῖ τῆς χώρας τούτων ἡ κτῆσις, πλὴν τῶν ἱερέων· τούτοις γὰρ ἔμενεν ἡ χώρα αὐτῶν. ἐδούλου τʼ αὐτῶν οὐ τὰ σώματα μόνον τὸ δεινόν, ἀλλὰ καὶ τὰς διανοίας καὶ τὸ λοιπὸν εἰς ἀσχήμονα τῆς τροφῆς εὐπορίαν αὐτοὺς κατηνάγκαζε. λωφήσαντος δὲ τοῦ κακοῦ καὶ τοῦ τε ποταμοῦ τῆς γῆς ἐπιβάντος καὶ ταύτης τοὺς καρποὺς ἀφθόνως ἐκφερούσης,