Ancient Greek · ~8 min
192 to 197
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 192-197
Not analysed yet
ὁ Ἰώσηπος εἰς ἑκάστην παραγενόμενος πόλιν καὶ συλλέγων ἐν αὐταῖς τὸ πλῆθος τήν τε γῆν αὐτοῖς, ἣν ἐκείνων παραχωρούντων βασιλεὺς ἔχειν ἠδύνατο καὶ καρποῦσθαι μόνος, εἰς ἅπαν ἐχαρίζετο καὶ κτῆμα ἴδιον ἡγουμένους φιλεργεῖν παρεκάλει τὴν πέμπτην τῶν καρπῶν τῷ βασιλεῖ τελοῦντας ὑπὲρ τῆς χώρας, ἣν δίδωσιν αὐτοῖς οὖσαν αὐτοῦ. τοὺς δὲ παρʼ ἐλπίδας κυρίους τῆς γῆς καθισταμένους χαρά τε ἐλάμβανε καὶ ὑφίσταντο τὰ προστάγματα. καὶ τούτῳ τῷ τρόπῳ τό τε ἀξίωμα παρὰ τοῖς Αἰγυπτίοις αὐτοῦ μεῖζον Ἰώσηπος ἀπεργάζεται, καὶ πλείω γε τὴν εὔνοιαν τῷ βασιλεῖ παρʼ αὐτῶν, ὅ τε τοῦ τελεῖν τὴν πέμπτην τῶν καρπῶν νόμος ἔμεινε καὶ μέχρι τῶν ὕστερον βασιλέων. Ἰάκωβος δὲ ἑπτακαιδέκατον ἔτος ἐν Αἰγύπτῳ διατρίψας καὶ νόσῳ χρησάμενος παρόντων αὐτῷ τῶν υἱῶν ἀπέθανεν, ἐπευξάμενος τοῖς μὲν κτῆσιν ἀγαθῶν καὶ προειπὼν αὐτοῖς κατὰ προφητείαν, πῶς μέλλει τῶν ἐκ τῆς γενεᾶς αὐτῶν ἕκαστος κατοικεῖν τὴν Χαναναίαν· τοῦτο δὴ καὶ πολλοῖς ὕστερον χρόνοις ἐγένετο· Ἰωσήπου δʼ ἐγκώμιον διεξελθών, ὅτι μὴ μνησικακήσειε τοῖς ἀδελφοῖς, ἀλλὰ καὶ τούτου πλέον χρηστὸς εἰς αὐτοὺς ἐγένετο δωρησάμενος αὐτοὺς ἀγαθοῖς, οἷς οὐδὲ εὐεργέτας τινὲς ἠμείψαντο, προσέταξε τοῖς ἰδίοις παισίν, ἵνα τοὺς Ἰωσήπου παῖδας Ἐφρὴν καὶ Μανασσῆν εἰς τὸν αὐτῶν ἀριθμὸν προσῶνται διαιρούμενοι μετʼ αὐτῶν τὴν Χαναναίαν, περὶ ὧν ὕστερον ἐροῦμεν· ἠξίου μέντοι καὶ ταφῆς ἐν Νεβρῶνι τυγχάνειν· τελευτᾷ δὲ βιοὺς ἔτη τὰ πάντα τριῶν δέοντα πεντήκοντα καὶ ἑκατόν, μηδενὸς μὲν τῶν προγόνων ἀπολειφθεὶς ἐπʼ εὐσεβείᾳ τοῦ θεοῦ, τυχὼν δὲ ἀμοιβῆς ἧς δίκαιον ἦν τοὺς οὕτως ἀγαθοὺς γεγονότας. Ἰώσηπος δὲ συγχωρήσαντος αὐτῷ τοῦ βασιλέως τὸν τοῦ πατρὸς νεκρὸν εἰς Νεβρῶνα κομίσας ἐκεῖ θάπτει πολυτελῶς. τῶν δʼ ἀδελφῶν οὐ βουλομένων αὐτῷ συνυποστρέφειν, δέος γὰρ αὐτοὺς εἶχε μὴ τεθνηκότος αὐτοῖς τοῦ πατρὸς τιμωρήσαιτο τῆς εἰς αὐτὸν ἐπιβουλῆς οὐκέτʼ ὄντος ᾧ χαρίζοιτο τὴν πρὸς αὐτοὺς μετριότητα, πείθει μηδὲν ὑφορᾶσθαι μηδʼ ἔχειν αὐτὸν διʼ ὑποψίας, ἀγαγὼν δὲ μετʼ αὐτοῦ κτῆσιν πολλὴν ἐχαρίσατο καὶ πάσῃ περὶ αὐτοὺς σπουδῇ χρώμενος οὐκ ἀπέλιπε.