Ancient Greek · ~7 min
189 to 195
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 189-3-195
Not analysed yet
προσέταξε δὲ καὶ τοῖς ἐμπόροις Αἰγύπτου κομίζουσιν αὐτῷ πιπράσκειν τὸ μὲν ἅρμα σὺν ἵπποις δυσὶν ἑξακοσίων δραχμῶν ἀργυρίου, αὐτὸς δὲ τοῖς τῆς Συρίας βασιλεῦσι καὶ τοῖς πέραν Εὐφράτου διέπεμπεν αὐτούς. Γενόμενος δὲ πάντων βασιλέων ἐνδοξότατος καὶ θεοφιλέστατος καὶ φρονήσει καὶ πλούτῳ διενεγκὼν τῶν πρὸ αὐτοῦ τὴν Ἑβραίων ἀρχὴν ἐσχηκότων οὐκ ἐπέμεινε τούτοις ἄχρι τελευτῆς, ἀλλὰ καταλιπὼν τὴν τῶν πατρίων ἐθισμῶν φυλακὴν οὐκ εἰς ὅμοιον οἷς προειρήκαμεν αὐτοῦ τέλος κατέστρεψεν, εἰς δὲ γυναῖκας ἐκμανεὶς καὶ τὴν τῶν ἀφροδισίων ἀκρασίαν οὐ ταῖς ἐπιχωρίαις μόνον ἠρέσκετο, πολλὰς δὲ καὶ ἐκ τῶν ἀλλοτρίων ἐθνῶν γήμας Σιδωνίας καὶ Τυρίας καὶ Ἀμμανίτιδας καὶ Ἰδουμαίας παρέβη μὲν τοὺς Μωσήους νόμους, ὃς ἀπηγόρευσε συνοικεῖν ταῖς οὐχ ὁμοφύλοις, τοὺς δʼ ἐκείνων ἤρξατο θρησκεύειν θεοὺς ταῖς γυναιξὶ καὶ τῷ πρὸς αὐτὰς ἔρωτι χαριζόμενος, τοῦτʼ αὐτὸ ὑπιδομένου τοῦ νομοθέτου προειπόντος μὴ γαμεῖν τὰς ἀλλοτριοχώρους, ἵνα μὴ τοῖς ξένοις ἐπιπλακέντες ἔθεσι τῶν πατρίων ἀποστῶσι, μηδὲ τοὺς ἐκείνων σέβωνται θεοὺς παρέντες τιμᾶν τὸν ἴδιον. ἀλλὰ τούτων μὲν κατημέλησεν ὑπενεχθεὶς εἰς ἡδονὴν ἀλόγιστον Σολόμων, ἀγαγόμενος δὲ γυναῖκας ἀρχόντων καὶ διασήμων θυγατέρας ἑπτακοσίας τὸν ἀριθμὸν καὶ παλλακὰς τριακοσίας, πρὸς δὲ ταύταις καὶ τὴν τοῦ βασιλέως τῶν Αἰγυπτίων θυγατέρα, εὐθὺς μὲν ἐκρατεῖτο πρὸς αὐτῶν, ὥστε μιμεῖσθαι τὰ παρʼ ἐκείναις, καὶ τῆς εὐνοίας καὶ φιλοστοργίας ἠναγκάζετο παρέχειν αὐταῖς δεῖγμα τὸ βιοῦν ὡς αὐταῖς πάτριον ἦν· προβαινούσης δὲ τῆς ἡλικίας καὶ τοῦ λογισμοῦ διὰ τὸν χρόνον ἀσθενοῦντος ἀντέχειν πρὸς τὴν μνήμην τῶν ἐπιχωρίων ἐπιτηδευμάτων ἔτι μᾶλλον τοῦ μὲν ἰδίου θεοῦ κατωλιγώρησε, τοὺς δὲ τῶν γάμων τῶν ἐπεισάκτων τιμῶν διετέλει. καὶ πρὸ τούτων δὲ ἁμαρτεῖν αὐτὸν ἔτυχε καὶ σφαλῆναι περὶ τὴν φυλακὴν τῶν νομίμων, ὅτε τὰ τῶν χαλκῶν βοῶν ὁμοιώματα κατεσκεύασε τῶν ὑπὸ τῇ θαλάττῃ τῷ ἀναθήματι καὶ τῶν λεόντων τῶν περὶ τὸν θρόνον τὸν ἴδιον· οὐδὲ γὰρ ταῦτα ποιεῖν ὅσιον εἰργάσατο.