Ancient Greek
196 to 202
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 196-4-202
Not analysed yet
κάλλιστον δʼ ἔχων καὶ οἰκεῖον παράδειγμα τῆς ἀρετῆς τὸν πατέρα καὶ τὴν ἐκείνου δόξαν, ἣν αὐτῷ συνέβη καταλιπεῖν διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν, οὐ μιμησάμενος αὐτὸν καὶ ταῦτα δὶς αὐτῷ τοῦ θεοῦ κατὰ τοὺς ὕπνους φανέντος καὶ τὸν πατέρα μιμεῖσθαι παραινέσαντος ἀκλεῶς ἀπέθανεν. ἧκεν οὖν εὐθὺς ὁ προφήτης ὑπὸ θεοῦ πεμφθεὶς οὔτε λανθάνειν αὐτὸν ἐπὶ τοῖς παρανομήμασι λέγων οὔτʼ ἐπὶ πολὺ χαιρήσειν τοῖς πραττομένοις ἀπειλῶν, ἀλλὰ ζῶντος μὲν οὐκ ἀφαιρεθήσεσθαι τὴν βασιλείαν ἐπεὶ τῷ πατρὶ Δαυίδῃ τὸ θεῖον ὑπέσχετο διάδοχον αὐτὸν ποιήσειν ἐκείνου, τελευτήσαντος δὲ τὸν υἱὸν αὐτοῦ ταῦτα διαθήσειν οὐχ ἅπαντα μὲν τὸν λαὸν ἀποστήσας αὐτοῦ, δέκα δὲ φυλὰς παραδοὺς αὐτοῦ τῷ δούλῳ, δύο δὲ μόνας καταλιπὼν τῷ υἱωνῷ τῷ Δαυίδου διʼ αὐτὸν ἐκεῖνον, ὅτι τὸν θεὸν ἠγάπησε, καὶ διὰ τὴν πόλιν Ἱεροσόλυμα, ἐν ᾗ ναὸν ἔχειν ἠβουλήθη. Ταῦτʼ ἀκούσας Σολόμων ἤλγησε καὶ σφοδρῶς συνεχύθη πάντων αὐτῷ σχεδὸν τῶν ἀγαθῶν ἐφʼ οἷς ζηλωτὸς ἦν εἰς μεταβολὴν ἐρχομένων πονηράν. οὐ πολὺς δὲ διῆλθε χρόνος ἀφʼ οὗ κατήγγειλεν ὁ προφήτης αὐτῷ τὰ συμβησόμενα καὶ πολέμιον εὐθὺς ἐπʼ αὐτὸν ἤγειρεν ὁ θεὸς Ἄδερον μὲν ὄνομα τὴν δʼ αἰτίαν τῆς ἔχθρας λαβόντα τοιαύτην· παῖς οὗτος ἦν Ἰδουμαῖος γένος ἐκ βασιλικῶν σπερμάτων. καταστρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαυίδου στρατηγοῦ καὶ πάντας τοὺς ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένους διαφθείραντος μησὶν ἕξ, φυγὼν ἧκε πρὸς Φαραῶνα τὸν Αἰγυπτίων βασιλέα. ὁ δὲ φιλοφρόνως αὐτὸν δεξάμενος οἶκόν τε αὐτῷ δίδωσι καὶ χώραν εἰς διατροφὴν καὶ γενόμενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡς καὶ τῆς αὑτοῦ γυναικὸς αὐτῷ δοῦναι πρὸς γάμον τὴν ἀδελφὴν ὄνομα Θαφίνην, ἐξ ἧς αὐτῷ υἱὸς γενόμενος τοῖς τοῦ βασιλέως παισὶ συνετράφη. ἀκούσας οὖν τὸν Δαυίδου θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου προσελθὼν ἐδεῖτο τοῦ Φαραῶνος ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰς τὴν πατρίδα. τοῦ δὲ βασιλέως ἀνακρίναντος, τίνος ἐνδεὴς ὢν ἢ τί παθὼν ἐσπούδακε καταλιπεῖν αὐτόν, ἐνοχλῶν πολλάκις καὶ παρακαλῶν τότε μὲν οὐκ ἀφείθη·