Ancient Greek · ~7 min
198 to 204
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 198-2-204
Not analysed yet
Τελευτᾷ δὲ καὶ οὗτος ἔτη βιώσας ἑκατὸν καὶ δέκα θαυμάσιος τὴν ἀρετὴν γενόμενος καὶ λογισμῷ πάντα διοικῶν καὶ τὴν ἐξουσίαν ταμιευόμενος, ὃ δὴ καὶ τῆς τοιαύτης εὐδαιμονίας αἴτιον αὐτῷ παρὰ τοῖς Αἰγυπτίοις ἀλλαχόθεν ἥκοντι καὶ μετὰ τοιαύτης κακοπραγίας, μεθʼ ἧς προειρήκαμεν, ὑπῆρχε. τελευτῶσι δʼ αὐτοῦ καὶ οἱ ἀδελφοὶ ζήσαντες εὐδαιμόνως ἐπὶ τῆς Αἰγύπτου. καὶ τούτων μὲν τὰ σώματα κομίσαντες μετὰ χρόνον οἱ ἀπόγονοι καὶ οἱ παῖδες ἔθαψαν ἐν Νεβρῶνι, τὰ δὲ Ἰωσήπου ὀστᾶ ὕστερον, ὅτε μετανέστησαν ἐκ τῆς Αἰγύπτου οἱ Ἑβραῖοι, εἰς τὴν Χαναναίαν ἐκόμισαν· οὕτως γὰρ αὐτοὺς ὁ Ἰώσηπος ἐξώρκισε. τούτων οὖν ἕκαστος ὡς ἔσχε καὶ τίσι πόνοις ἐκράτησαν τῆς Χαναναίας σημανῶ προδιηγησάμενος τὴν αἰτίαν διʼ ἣν τὴν Αἴγυπτον ἐξέλιπον. Αἰγυπτίοις τρυφεροῖς καὶ ῥᾳθύμοις πρὸς πόνους οὖσι καὶ τῶν τε ἄλλων ἡδονῶν ἥττοσι καὶ δὴ καὶ τῆς κατὰ φιλοκέρδειαν συνέβη δεινῶς πρὸς τοὺς Ἑβραίους διατεθῆναι κατὰ φθόνον τῆς εὐδαιμονίας. ὁρῶντες γὰρ τὸ τῶν Ἰσραηλιτῶν γένος ἀκμάζον καὶ διʼ ἀρετὴν καὶ τὴν πρὸς τὸ πονεῖν εὐφυΐαν πλήθει χρημάτων ἤδη καὶ λαμπρούς, κατʼ αὐτῶν αὔξεσθαι τούτους ὑπελάμβανον, ὧν τʼ ἦσαν ὑπὸ Ἰωσήπου τετυχηκότες διὰ χρόνου μῆκος λήθην λαβόντες καὶ τῆς βασιλείας εἰς ἄλλον οἶκον μετεληλυθυίας δεινῶς ἐνύβριζόν τε τοῖς Ἰσραηλίταις καὶ ταλαιπωρίας αὐτοῖς ποικίλας ἐπενόουν. τόν τε γὰρ ποταμὸν εἰς διώρυχας αὐτοῖς πολλὰς προσέταξαν διατεμεῖν τείχη τε οἰκοδομῆσαι ταῖς πόλεσι καὶ χώματα, ὅπως ἂν εἴργοι τὸν ποταμὸν μὴ λιμνάζειν ἐπεκβαίνοντα, πυραμίδας τε ἀνοικοδομοῦντες ἐξετρύχουν ἡμῶν τὸ γένος, ὡς τέχνας τε παντοίας ἀναδιδάσκεσθαι καὶ τοῖς πόνοις γενέσθαι συνήθεις. καὶ τετρακοσίων μὲν ἐτῶν χρόνον διήνυσαν ταῖς ταλαιπωρίαις· ἀντεφιλονείκουν γὰρ οἱ μὲν Αἰγύπτιοι τοῖς πόνοις ἐξαπολέσαι τοὺς Ἰσραηλίτας θέλοντες, οἱ δʼ ἀεὶ κρείττους φαίνεσθαι τῶν ἐπιταγμάτων.