Ancient Greek · ~7 min
201 to 207
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 201-207
Not analysed yet
μέλισσαν δὲ σημαίνει τοὔνομα κατὰ τὴν Ἑβραίων γλῶσσαν, ἱκέτευον δεηθῆναι τοῦ θεοῦ λαβεῖν οἶκτον αὐτῶν καὶ μὴ περιιδεῖν ἀπολλυμένους αὐτοὺς ὑπὸ Χαναναίων. ὁ δὲ θεὸς ἐπένευσε σωτηρίαν αὐτοῖς καὶ στρατηγὸν αἱρεῖται Βάρακον τῆς Νεφθαλίδος ὄντα φυλῆς· βάρακος δέ ἐστιν ἀστραπὴ κατὰ τὴν Ἑβραίων γλῶσσαν. Μεταπεμψαμένη δʼ ἡ Δαβώρα τὸν Βάρακον ἐπιλέξαντα τῶν νέων μυρίους ἐκέλευε χωρεῖν ἐπὶ τοὺς πολεμίους· ἀποχρῆναι γὰρ τοσούτους τοῦ θεοῦ προειρηκότος καὶ νίκην ἀποσημήναντος. Βαράκου δὲ φαμένου οὐ στρατηγήσειν μὴ κἀκείνης αὐτῷ συστρατηγούσης ἀγανακτήσασα, σὺ μέν, εἶπε, γυναικὶ παραχωρεῖς ἀξίωμα ὃ σοὶ δέδωκεν ὁ θεός, ἐγὼ δὲ οὐ παραιτοῦμαι . καὶ συναριθμήσαντες μυρίους ἐστρατοπεδεύσαντο πρὸς Ἰταβυρίῳ ὄρει. ἀπήντα δʼ αὐτοῖς ὁ Σισάρης τοῦ βασιλέως κελεύσαντος καὶ στρατοπεδεύονται τῶν πολεμίων οὐκ ἄπωθεν. τοὺς δʼ Ἰσραηλίτας καὶ τὸν Βάρακον καταπλαγέντας τὸ πλῆθος τῶν πολεμίων καὶ ἀναχωρεῖν διεγνωκότας ἡ Δεβώρα κατεῖχε τὴν συμβολὴν ποιεῖσθαι κατʼ ἐκείνην κελεύουσα τὴν ἡμέραν· νικήσειν γὰρ αὐτοὺς καὶ συλλήψεσθαι τὸν θεόν. Συνῄεσαν οὖν καὶ προσμιγέντων ὄμβρος ἐπιγίνεται μέγας καὶ ὕδωρ πολὺ καὶ χάλαζα, τόν τε ὑετὸν κατὰ πρόσωπον ἤλαυνε τῶν Χαναναίων ἄνεμος ταῖς ὄψεσιν αὐτῶν ἐπισκοτῶν, ὡς τὰς τοξείας ἀχρήστους αὐτοῖς εἶναι καὶ τὰς σφενδόνας· οἵ τε ὁπλῖται διὰ τὸ κρύος χρῆσθαι τοῖς ξίφεσιν οὐκ εἶχον. τοὺς δʼ Ἰσραηλίτας ἧττόν τε ἔβλαπτε κατόπιν γινόμενος ὁ χειμὼν καὶ πρὸς τὴν ἔννοιαν τῆς βοηθείας τοῦ θεοῦ θάρσος ἐλάμβανον, ὥστε εἰς μέσους ὠσάμενοι τοὺς πολεμίους πολλοὺς αὐτῶν ἀπέκτειναν. καὶ οἱ μὲν ὑπὸ τῶν Ἰσραηλιτῶν, οἱ δʼ ὑπὸ τῆς οἰκείας ἵππου ταραχθέντες ἔπεσον, ὡς ὑπὸ τῶν ἁρμάτων πολλοὺς αὐτῶν ἀποθανεῖν. Σισάρης δὲ καταπηδήσας τοῦ ἅρματος ὡς εἶδε τὴν τροπὴν γινομένην, φυγὼν ἀφικνεῖται παρά τινα τῶν Κενελίδων γυναῖκα Ἰάλην ὄνομα, ἣ κρύψαι τε ἀξιώσαντα δέχεται καὶ ποτὸν αἰτήσαντι δίδωσι γάλα διεφθορὸς ἤδη.