Ancient Greek
208 to 214
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 208-2-214
Not analysed yet
ὁ δὲ πιὼν τοῦ μέτρου δαψιλέστερον εἰς ὕπνον τρέπεται. ἡ δὲ Ἰάλη κοιμωμένου σιδήρεον ἧλον ἐλάσασα σφύρῃ κατὰ τοῦ στόματος καὶ τοῦ χελυνίου διέπειρε τὸ ἔδαφος καὶ τοῖς περὶ τὸν Βάρακον μικρὸν ὕστερον ἐλθοῦσιν ἐπεδείκνυε τῇ γῇ προσηλωμένον. καὶ οὕτως μὲν ἡ νίκη αὕτη περιέστη κατὰ τὰ ὑπὸ Δαβώρας εἰρημένα εἰς γυναῖκα. Βάρακος δὲ στρατεύσας ἐπʼ Ἄσωρον Ἰοαβινόν τε ὑπαντιάσαντα κτείνει καὶ τοῦ στρατηγοῦ πεσόντος καθελὼν εἰς ἔδαφος τὴν πόλιν στρατηγεῖ τῶν Ἰσραηλιτῶν ἐπʼ ἔτη τεσσαράκοντα. Τελευτήσαντος δὲ Βαράκου καὶ Δαβώρας κατὰ τὸν αὐτὸν καιρὸν μετὰ ταῦτα Μαδιηνῖται παρακαλέσαντες Ἀμαληκίτας τε καὶ Ἄραβας στρατεύουσιν ἐπὶ τοὺς Ἰσραηλίτας καὶ μάχῃ τε νικῶσι τοὺς συμβαλόντας καὶ τὸν καρπὸν δῃώσαντες τὴν λείαν ἐπήγοντο. τοῦτο δὲ ποιούντων ἐπʼ ἔτη ἑπτὰ εἰς τὰ ὄρη τῶν Ἰσραηλιτῶν ἀνεστάλη τὸ πλῆθος καὶ τῶν πεδίων ἐξεχώρουν ὑπονόμους τε καὶ σπήλαια ποιησάμενοι πᾶν ὅ τι τοὺς πολεμίους διέφυγεν ἐν τούτοις εἶχον φυλάττοντες. οἱ γὰρ Μαδιηνῖται κατὰ ὥραν θέρους στρατεύοντες τὸν χειμῶνα γεωργεῖν τοῖς Ἰσραηλίταις ἐπέτρεπον, ὅπως ἔχωσι πεπονηκότων αὐτῶν εἰς ἃ βλάπτωσι. λιμὸς δʼ ἦν καὶ σπάνις τροφῆς καὶ τρέπονται πρὸς ἱκετείαν τοῦ θεοῦ σώζειν αὐτοὺς παρακαλοῦντες. Καὶ Γεδεὼν ὁ Ἰάσου παῖς Μανασσίδος φυλῆς ἐν ὀλίγοις δράγματα σταχύων φερόμενος κρυπτῶς εἰς τὴν ληνὸν ἔκοπτε· τοὺς γὰρ πολεμίους ἐδεδίει φανερῶς τοῦτο ποιεῖν ἐπὶ τῆς ἅλωος. φαντάσματος δὲ αὐτῷ παραστάντος νεανίσκου μορφῇ καὶ φήσαντος εὐδαίμονα καὶ φίλον τῷ θεῷ, ὑποτυχών τοῦτο γοῦν, ἔφη, τεκμήριον τῆς εὐμενείας αὐτοῦ μέγιστον τῇ ληνῷ με νῦν ἀντὶ ἅλωος χρῆσθαι . θαρσεῖν δὲ παρακελευσαμένου καὶ πειρᾶσθαι τῆς ἐλευθερίας ἀνασώζειν ἀδυνάτως ἔχειν ἔλεγε· τήν τε γὰρ φυλὴν ἐξ ἧς ὑπῆρχε πλήθους ὑστερεῖν καὶ νέον αὐτὸν εἶναι καὶ τηλικούτων πραγμάτων ἀσθενέστερον. ὁ δὲ θεὸς αὐτὸς ἀναπληρώσειν τὸ λεῖπον ἐπηγγέλλετο καὶ νίκην παρέξειν Ἰσραηλίταις αὐτοῦ στρατηγοῦντος.