Ancient Greek · ~7 min
204 to 210
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 204-6-210
Not analysed yet
οὐχ ἧττον γὰρ τῆς ἐφʼ ἡμῖν αὐτοῖς καταδικασθεῖσιν ὑπὸ σοῦ μὴ ζῆν λύπης περὶ τῆς σῆς αὐτοῦ δόξης ἐφρόντιζον ἀδίκως οὕτως ἄνδρας καὶ ταῦτα καλοὺς κἀγαθοὺς ἀποθανεῖν κελεύσαντος, οἷς οὐδὲν μὲν ἀνθρωπίνης σοφίας ἐχόμενον προσέταξας, ὃ δʼ ἦν θεοῦ τοῦτο ἀπῄτεις παρʼ αὐτῶν. σοὶ τοίνυν φροντίζοντι περὶ τοῦ τίς ἄρξει τοῦ κόσμου παντὸς μετὰ σέ, κοιμηθέντι βουλόμενος δηλῶσαι πάντας ὁ θεὸς τοὺς βασιλεύσοντας ὄναρ ἔδειξε τοιοῦτον· ἔδοξας ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, οὗ τὴν μὲν κεφαλὴν συνέβαινεν εἶναι χρυσῆν, τοὺς δὲ ὤμους καὶ τοὺς βραχίονας ἀργυροῦς, τὴν δὲ γαστέρα καὶ τοὺς μηροὺς χαλκέους, κνήμας δὲ καὶ πόδας σιδηροῦς. εἶτα λίθον ἐξ ὄρους ἀπορραγέντα ἐμπεσεῖν τῷ ἀνδριάντι καὶ τοῦτον καταβαλόντα συνθρύψαι καὶ μηδὲν αὐτοῦ μέρος ὁλόκληρον ἀφεῖναι, ὡς τὸν μὲν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον ἀλεύρων λεπτότερον γενέσθαι, καὶ τὰ μὲν ἀνέμου πνεύσαντος σφοδροτέρου ὑπὸ τῆς βίας ἁρπαγέντα διασπαρῆναι, τὸν δὲ λίθον αὐξῆσαι τοσοῦτον, ὡς ἅπασαν δοκεῖν τὴν γῆν ὑπʼ αὐτοῦ πεπληρῶσθαι. τὸ μὲν οὖν ὄναρ, ὅπερ εἶδες, τοῦτʼ ἔστιν, ἡ δὲ κρίσις αὐτοῦ τοῦτον ἔχει τὸν τρόπον· ἡ μὲν χρυσῆ κεφαλὴ σέ τε ἐδήλου καὶ τοὺς πρὸ σοῦ βασιλέας Βαβυλωνίους ὄντας· αἱ δὲ χεῖρες καὶ οἱ ὦμοι σημαίνουσιν ὑπὸ δύο καταλυθήσεσθαι βασιλέων τὴν ἡγεμονίαν ὑμῶν· τὴν δὲ ἐκείνων ἕτερός τις ἀπὸ τῆς δύσεως καθαιρήσει χαλκὸν ἠμφιεσμένος, καὶ ταύτην ἄλλη παύσει τὴν ἰσχὺν ὁμοία σιδήρῳ καὶ κρατήσει δὲ εἰς ἅπαντα διὰ τὴν τοῦ σιδήρου φύσιν· εἶναι γὰρ αὐτὴν στερροτέραν τῆς τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ. ἐδήλωσε δὲ καὶ περὶ τοῦ λίθου Δανίηλος τῷ βασιλεῖ, ἀλλʼ ἐμοὶ μὲν οὐκ ἔδοξε τοῦτο ἱστορεῖν τὰ παρελθόντα καὶ τὰ γεγενημένα συγγράφειν οὐ τὰ μέλλοντα ὀφείλοντι, εἰ δέ τις τῆς ἀκριβείας γλιχόμενος οὐ περιίσταται πολυπραγμονεῖν, ὡς καὶ περὶ τῶν ἀδήλων τί γενήσεται βούλεσθαι μαθεῖν, σπουδασάτω τὸ βιβλίον ἀναγνῶναι τὸ Δανιήλου· εὑρήσει δὲ τοῦτο ἐν τοῖς ἱεροῖς γράμμασιν.