Ancient Greek · ~7 min
211 to 216
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 211-3-216
Not analysed yet
Ὁ δὲ βασιλεὺς Ναβουχοδονόσαρος ἀκηκοὼς ταῦτα καὶ ἐπιγνοὺς τὸ ὄναρ ἐξεπλάγη τὴν τοῦ Δανιήλου φύσιν καὶ πεσὼν ἐπὶ πρόσωπον, ᾧ τρόπῳ τὸν θεὸν προσκυνοῦσι, τούτῳ τὸν Δανίηλον ἠσπάζετο· καὶ θύειν δὲ ὡς θεῷ προσέταξεν, οὐ μὴν ἀλλὰ καὶ τὴν προσηγορίαν αὐτῷ τοῦ ἰδίου θεοῦ θέμενος ἁπάσης ἐπίτροπον τῆς βασιλείας ἐποίησε καὶ τοὺς συγγενεῖς αὐτοῦ, οὓς ὑπὸ φθόνου καὶ βασκανίας εἰς κίνδυνον ἐμπεσεῖν συνέβη τῷ βασιλεῖ προσκρούσαντας ἐξ αἰτίας τοιαύτης· ὁ βασιλεὺς κατασκευάσας χρύσεον ἀνδριάντα πηχῶν τὸ μὲν ὕψος ἑξήκοντα τὸ πλάτος δὲ ἕξ, στήσας αὐτὸν ἐν τῷ μεγάλῳ τῆς Βαβυλῶνος πεδίῳ καὶ μέλλων καθιεροῦν αὐτὸν συνεκάλεσεν ἐξ ἁπάσης ἧς ἦρχε γῆς τοὺς πρώτους πρῶτον αὐτοῖς προστάξας, ὅταν σημαινούσης ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν τὸν ἀνδριάντα· τοὺς δὲ μὴ ποιήσαντας ἠπείλησεν εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον. πάντων οὖν μετὰ τὸ σημαινούσης ἐπακοῦσαι τῆς σάλπιγγος προσκυνούντων τὸν ἀνδριάντα τοὺς Δανιήλου συγγενεῖς οὐ ποιῆσαι τοῦτό φασι μὴ βουληθέντας παραβῆναι τοὺς πατρίους νόμους. καὶ οἱ μὲν ἐλεγχθέντες εὐθὺς εἰς τὸ πῦρ ἐμβληθέντες θείᾳ σώζονται προνοίᾳ καὶ παραδόξως διαφεύγουσι τὸν θάνατον. ἀλλὰ κατὰ λογισμὸν οἶμαι τῷ μηδὲν ἀδικήσαντας εἰς αὐτὸ βληθῆναι οὐχ ἥψατο, καίειν δʼ ἀσθενὲς ἦν ἔχον ἐν ἑαυτῷ τοὺς παῖδας τοῦ θεοῦ κρείττονα τὰ σώματα αὐτῶν ὥστε μὴ δαπανηθῆναι ὑπὸ τοῦ πυρὸς παρασκευάσαντος. τοῦτο συνέστησεν αὐτοὺς τῷ βασιλεῖ ὡς δικαίους καὶ θεοφιλεῖς, διὸ μετὰ ταῦτα πάσης ἀξιούμενοι παρʼ αὐτοῦ τιμῆς διετέλουν. Ὀλίγῳ δʼ ὕστερον χρόνῳ πάλιν ὁρᾷ κατὰ τοὺς ὕπνους ὁ βασιλεὺς ὄψιν ἑτέραν, ὡς ἐκπεσὼν τῆς ἀρχῆς μετὰ θηρίων ἕξει τὴν δίαιταν καὶ διαζήσας οὕτως ἐπὶ τῆς ἐρημίας ἔτεσιν ἑπτὰ αὖθις τὴν ἀρχὴν ἀπολήψεται. τοῦτο θεασάμενος τοὖναρ πάλιν τοὺς μάγους συγκαλέσας ἀνέκρινεν αὐτοὺς περὶ αὐτοῦ καὶ τί σημαίνοι λέγειν ἠξίου.