Ancient Greek
205 to 208
Flavius Josephus, Jewish Antiquities 205-7-208
Not analysed yet
εἰσὶν δὲ οἳ ἄρσεις τῶν τελῶν ἃ ἐπὶ πράσεσιν ἢ ὠναῖς ἐπεβάλλετο πρασσόμενα πικρῶς ᾐτοῦντο. ἀντέλεγέν τε οὐδαμῶς Ἀρχέλαος ἐπειρᾶτο ὁμίλους σπουδαῖος ὢν ποιεῖν πάντα διὰ τὸ νομίζειν μέγα πρᾶγμα εἰς τήρησιν τῆς ἀρχῆς γενήσεσθαι τὴν εὔνοιαν αὐτῷ τῆς πληθύος. ἐντεῦθεν δὲ θύσας τῷ θεῷ κατʼ εὐωχίαν τρέπεται μετὰ τῶν φίλων. Ἐν τούτῳ δέ τινες τῶν Ἰουδαίων συνελθόντες νεωτέρων ἐπιθυμίᾳ πραγμάτων Ματθίαν καὶ τοὺς σὺν αὐτῷ ὑφʼ Ἡρώδου ἀποθανόντας, οἳ παραχρῆμα τῆς εἰς τὸ πενθεῖσθαι τιμῆς φόβῳ τῷ ἐκείνου ἀπεστέρηντο, ἦσαν δὲ οἱ τῶν ἐπὶ καθαιρέσει τοῦ χρυσοῦ ἀετοῦ δεδικαιωμένων, ἐπὶ μέγα τε τῇ βοῇ καὶ οἰμωγῇ χρώμενοι καί τινα ὡς κούφισιν φέροντα τοῖς τεθνεῶσιν ἀπερρίπτουν εἰς τὸν βασιλέα. συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τιμωρίαν αὐτοῖς ὑπʼ Ἀρχελάου γενέσθαι κολάσεσιν τῶν ὑπὸ Ἡρώδου τιμωμένων, καὶ πάντων γε καὶ πρῶτον καὶ ἐκδηλότατα τὸν ὑπʼ αὐτοῦ ἀρχιερέα καθεστῶτα παύσαντα νομιμώτερόν τε ἅμα καὶ καθαρὸν ἀρχιερᾶσθαι ἄνδρα αἱρεῖσθαι. τούτοις Ἀρχέλαος καίπερ δεινῶς φέρων ἐπένευεν τὴν ὁρμὴν αὐτῶν διὰ τὴν ἐπὶ Ῥώμης ὁδὸν ἀνύεσθαι προκείμενον αὐτῷ τάχος ἐπὶ περισκοπήσει τῶν δοξάντων Καίσαρι.