Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 209-4
Not analysed yet
πέμψας δὲ τὸν στρατηγὸν πειθοῖ χρῆσθαι, καὶ τῆς ἐπὶ τοιούτοις μωρίας ἀποστάντας σκοπεῖν, θάνατόν τε, ὃς τοῖς φίλοις αὐτῶν συνέλθοι, μετὰ νόμων γεγονότα, καὶ τὰς αἰτήσεις ὡς ἐπὶ μέγα τοῦ ὑβρίζειν προΐοιεν, τούς τε καιροὺς οὐκ ἐν τοιοῖσδε εἶναι, μᾶλλον δὲ τοῦ ὁμονοεῖν ἕως καταστησάμενος τὴν ἀρχὴν ἐπινεύσει τῇ Καίσαρος ἀφίκοιτο ὡς αὐτούς· τότε γὰρ κοινῇ βουλεύσειν περὶ ὧν ἀξιοῖεν σὺν αὐτοῖς· ἄρτι δὲ ἀνέχειν, μὴ καὶ στασιάζειν δοκοῖεν.