Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 21-5
Not analysed yet
Ἐγένοντο δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ παῖδες Δαυίδῃ τὸν ἀριθμὸν ἓξ ,ὧν ὁ μὲν πρεσβύτατος ἐκ μητρὸς Ἀχίνας γενόμενος Ἀμνὼν ἐκλήθη, ὁ δὲ δεύτερος ἐκ γυναικὸς Ἀβιγαίας Δανίηλος, τῷ τρίτῳ δʼ ἐκ τῆς Θολομαίου θυγατρὸς Μαχάμης φύντι τοῦ Γεσσιρῶν βασιλέως Ἀψάλωμος ὄνομα, τὸν δὲ τέταρτον Ἀδωνίαν ἐκ γυναικὸς Ἀήθης προσηγόρευσε, τὸν πέμπτον δὲ Σαφατίαν τῆς Ἀβιτάλης καὶ τὸν ἕκτον Γεθερσὰν τῆς Γαλαὰδ ἐπωνόμασε.