Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 22-3
Not analysed yet
τοῦ δʼ ἐμφυλίου πολέμου συνεστῶτος καὶ συμπιπτόντων εἰς ἔργα καὶ μάχην πυκνῶς μεθʼ ἑκατέρου τῶν βασιλέων, Ἀβεννῆρος ὁ τοῦ Σαούλου παιδὸς ἀρχιστράτηγος συνετὸς ὢν καὶ σφόδρα εὔνουν ἔχων τὸ πλῆθος πάντας συμμεῖναι παρεσκεύασε· καὶ διέμειναν ἱκανὸν χρόνον τὰ ἐκείνου φρονοῦντες.