Ancient Greek
210 to 215
Flavius Josephus, Jewish Antiquities 210-3-215
Not analysed yet
Καὶ ὁ μὲν ταῦτα ὑπειπὼν καὶ διδάξας τὸν στρατηγὸν ἐκπέμπει πρὸς αὐτούς. οἱ δὲ βοῶντες λέγειν τε οὐκ εἴων καὶ εἰς κίνδυνον τοῦ ἀπολουμένου ἐκεῖνόν τε καθίστασαν καὶ τῶν ἄλλων ὅστις γε ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τοῦ μὴ τοιῶνδε ὀριγνᾶσθαι τολμήσειν φθέγξασθαι φανερὸς ἦν διὰ τὸ πάντα βουλήσει τῇ αὐτῶν μᾶλλον ἢ ἐξουσίᾳ τῶν ἐφεστηκότων συγχωρεῖν, δεινὸν ἡγούμενοι, εἰ ζῶντός τε Ἡρώδου στερηθεῖεν τῶν φιλτάτων καὶ τελευτῆς αὐτῷ γενομένης τιμωριῶν τῶν ἐπʼ αὐτοῖς, ὠργηκότες ταῖς γνώμαις καὶ νόμιμόν τε καὶ δίκαιον ἡγούμενοι ὅ τι μελλήσοι ἡδονὴν αὐτοῖς φέρειν, κίνδυνον δὲ τὸν ἀπʼ αὐτοῦ προϊδέσθαι τε ἀμαθεῖς καὶ εἴ τῳ ὑποπτευθείη, ὑπερβολῆς αὐτῷ γενομένης τῆς παραχρῆμα ἡδονῆς ἐκ τοῦ τιμωρήσασθαι τοὺς ἐχθίστους δοκοῦντας αὐτοῖς. πολλῶν δὲ ὑπὸ Ἀρχελάου πεμπομένων, οἳ διαλέξοιντο αὐτοῖς, τῶν τε ἐνεστώτων μὲν ὑπʼ ἐκείνου γνώμῃ δὲ τῇ αὐτῶν δοκεῖν παριόντων, ὅπως εἰς τὸ πραΰτερον καταστήσονται αὐτούς, οὐδενὸς ἠνείχοντο εἰπεῖν ἀνάστασίς τε ἦν δεύειν ὀργῇ χρωμένων, φανεροί τε ἦσαν ἐπὶ μέγα αὐξήσοντες τὴν στάσιν πλήθους ἐπισυρρυέντος αὐτοῖς. Ἐνστάσης δὲ κατὰ τόνδε τὸν καιρὸν ἑορτῆς, ἐν ᾗ Ἰουδαίοις ἄζυμα προτίθεσθαι πάτριον· φάσκα δʼ ἡ ἑορτὴ καλεῖται ὑπόμνημα οὖσα τῆς ἐξ Αἰγύπτου ἀπάρσεως αὐτῶν γενομένης, καὶ θύουσιν αὐτὴν προθύμως πλῆθός τε ἱερείων ὡς οὐκ ἐν ἄλλῃ κατακόπτειν ἐστὶν αὐτοῖς νόμιμον· κάτεισιν δὲ πληθὺς ἀναρίθμητος ἐκ τῆς χώρας ἤδη δὲ καὶ ἐκ τῆς ὑπερορίας ἐπὶ θρησκείᾳ τοῦ θεοῦ, καὶ οἱ νεωτερισταὶ τοὺς περὶ τὸν Ἰούδαν τε καὶ Ματθίαν ἐξηγητὰς τῶν νόμων ὀδυρόμενοι συστάντες ἐν τῷ ἱερῷ τροφῆς ηὐποροῦντο τοῖς στασιασταῖς οὐκ ὂν ἐν αἰσχύνῃ μεταιτεῖν αὐτούς. καὶ δείσας Ἀρχέλαος, μὴ καί τι δεινὸν βλαστήσειεν αὐτῶν τῇ ἀπονοίᾳ, πέμπει σπεῖράν τε ὁπλιτῶν χιλίαρχόν τε τὴν ὁρμὴν τῶν ἐνεστηκότων πρότερον τὸν πάντα ὅμιλον τοῦ μανιώδους αὐτῶν πλέω καταστῆναι, καὶ εἴ τινες διάδηλοι πολὺ τῶν ἄλλων καθίσταιντο προθυμίᾳ τοῦ στασιάζειν ἐπʼ αὐτὸν ἀγαγεῖν.