Ancient Greek · ~7 min
213 to 218
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 213-2-218
Not analysed yet
ἔτι δὲ τὴν πολιτείαν καὶ νόμους αὐτῶν ἔγραφε, καθʼ οὓς κεχαρισμένως τῷ θεῷ βιώσονται μηδὲν ἀλλήλοις ἐγκαλεῖν ἔχοντες· ταῦτα μέντοι κατὰ τὴν ὑπαγόρευσιν τοῦ θεοῦ συνετάττετο. διέξειμι μὲν οὖν περὶ τῆς πολιτείας καὶ τῶν νόμων. Ὃ μέντοι περὶ τῆς τοῦ ἀρχιερέως στολῆς παρέλιπον διελθεῖν βούλομαι· οὐδαμόθεν γὰρ προφητῶν κακουργίαις κατέλιπεν ἀφορμήν, εἰ δέ τινες τοιοῦτοι γένοιντο παρεγχειρεῖν τῷ τοῦ θεοῦ ἀξιώματι, αὐτοκράτορα δʼ εἶναι τὸν θεὸν παρατυγχάνειν τοῖς ἱεροῖς κατέλιπεν ὁπότε θελήσειε καὶ μὴ παρεῖναι, καὶ τοῦτʼ οὐχ Ἑβραίοις δῆλον εἶναι μόνον ἠθέλησεν, ἀλλὰ καὶ τῶν ξένων τοῖς παρατυγχάνουσι. τῶν γὰρ λίθων, οὓς ἐπὶ τοῖς ὤμοις φέρειν τὸν ἀρχιερέα προεῖπον, σαρδόνυχες δὲ ἦσαν καὶ σημαίνειν αὐτῶν τὴν φύσιν ἡγοῦμαι περισσὸν πᾶσιν εἰς γνῶσιν ἀφιγμένων, συνέβαινε λάμπειν, ὁπότε ταῖς ἱερουργίαις ὁ θεὸς παρείη, τὸν ἕτερον τὸν ἐπὶ τῷ δεξιῷ τῶν ὤμων πεπορπημένον αὐγῆς ἀποπηδώσης καὶ τοῖς πορρωτάτω φαινομένης, οὐ πρότερον ταύτης ὑπαρχούσης τῷ λίθῳ. θαυμαστὸν μὲν οὖν καὶ τοῦτο τοῖς μὴ τὴν σοφίαν ἐπʼ ἐκφαυλισμῷ τῶν θείων ἠσκηκόσιν, ὃ δʼ ἐστὶ τούτου θαυμασιώτερον ἐρῶ· διὰ γὰρ τῶν δώδεκα λίθων, οὓς κατὰ στέρνον ὁ ἀρχιερεὺς ἐνερραμμένους τῷ ἐσσῆνι φορεῖ, νίκην μέλλουσι πολεμεῖν προεμήνυεν ὁ θεός· τοσαύτη γὰρ ἀπήστραπτεν ἀπʼ αὐτῶν αὐγὴ μήπω τῆς στρατιᾶς κεκινημένης, ὡς τῷ πλήθει παντὶ γνώριμον εἶναι τὸ παρεῖναι τὸν θεὸν εἰς τὴν ἐπικουρίαν, ὅθεν Ἕλληνες οἱ τὰ ἡμέτερα τιμῶντες ἔθη διὰ τὸ μηδὲν ἀντιλέγειν δύνασθαι τούτοις τὸν ἐσσῆνα λόγιον καλοῦσιν. ἐπαύσατο μὲν οὖν ὅ τε ἐσσὴν καὶ ὁ σαρδόνυξ τοῦ λάμπειν ἔτεσι διακοσίοις πρότερον ἢ ταύτην ἐμὲ συνθεῖναι τὴν γραφὴν τοῦ θεοῦ δυσχεράναντος ἐπὶ τῇ παραβάσει τῶν νόμων, περὶ ὧν ἐροῦμεν εὐκαιρότερον. τρέψομαι δὲ νῦν ἐπὶ τὸν ἑξῆς λόγον.