Ancient Greek · ~7 min
219 to 224
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 219-224
Not analysed yet
Καθιερωμένης γὰρ δὴ τῆς σκηνῆς καὶ διακεκοσμημένων τῶν περὶ τοὺς ἱερέας τό τε πλῆθος ὁμόσκηνον αὐτῷ τὸν θεὸν ἔκρινεν εἶναι καὶ τρέπεται πρὸς θυσίας τε καὶ ἀνέσεις ὡς ἅπασαν ἤδη κακοῦ προσδοκίαν ἀπεωσμένον, καὶ περὶ τῶν μελλόντων ὡς ἀμεινόνων ἐπιθυμοῦντες δωρεάς τε τῷ θεῷ τὰς μὲν κοινῇ τὰς δὲ κατʼ ἰδίαν ἀνετίθεσαν κατὰ φυλάς· οἵ τε γὰρ φύλαρχοι κατὰ δύο συνελθόντες ἅμαξαν καὶ δύο βόας προσκομίζουσιν· ἓξ μὲν οὖν ἦσαν αὗται καὶ τὴν σκηνὴν ἐν ταῖς ὁδοιπορίαις παρεκόμιζον. πρὸς τούτοις ἕκαστος φιάλην τε κομίζει καὶ τρύβλιον καὶ θυΐσκην, τὴν μὲν δαρεικοὺς δέκα δυναμένην καὶ πλήρη θυμιαμάτων· τὸ δὲ τρύβλιον καὶ ἡ φιάλη, ἀργυρᾶ δὲ ἦν, σίκλους μὲν αἱ δύο διακοσίους εἷλκον, εἰς δὲ τὴν φιάλην ἑβδομήκοντα μόνοι δεδαπάνηντο, πλήρεις δὲ ἦσαν ἀλεύρων ἐλαίῳ πεφυραμένων, οἷς ἐπὶ τῷ βωμῷ χρῶνται πρὸς τὰς ἱερουργίας· μόσχον τε καὶ κριὸν σὺν ἀρνίῳ ἐτείῳ ὁλομελῆ καυθησόμενα καὶ σὺν αὐτοῖς χίμαρον ἐπὶ παραιτήσει ἁμαρτημάτων. προσῆγε δὲ τῶν ἀρχόντων ἕκαστος καὶ ἑτέρας θυσίας σωτηρίους λεγομένας καθʼ ἑκάστην ἡμέραν δύο βόας καὶ πέντε κριοὺς σὺν ἀρνάσιν ἐτείοις καὶ ἐρίφοις. οὗτοι μὲν δὴ θύουσιν ἐπὶ ἡμέρας δώδεκα κατὰ πᾶσαν ἡμέραν εἷς· Μωυσῆς δὲ οὐκέτʼ ἀναβαίνων ἐπὶ τὸ Σιναῖον ἀλλʼ εἰς τὴν σκηνὴν εἰσιὼν ἀνεμάνθανε παρὰ θεοῦ περί τε τῶν πρακτέων καὶ τῶν νόμων τῆς συντάξεως· οὓς κρείττονας ἢ κατὰ σύνεσιν ἀνθρωπίνην ὄντας εἰς τὸν ἅπαντα βεβαίως αἰῶνα συνέβη φυλαχθῆναι δωρεὰν εἶναι δόξαντας τοῦ θεοῦ, ὡς μήτʼ ἐν εἰρήνῃ ὑπὸ τρυφῆς μήτʼ ἐν πολέμῳ κατʼ ἀνάγκην Ἑβραίους παραβῆναί τινα τῶν νόμων. ἀλλὰ περὶ μὲν τούτων παύομαι λέγων γραφὴν ἑτέραν ἠξιωκὼς συνθεῖναι περὶ τῶν νόμων. Νυνὶ δʼ ὀλίγων τινῶν ἐπιμνησθήσομαι τῶν ἐφʼ ἁγνείαις καὶ ἱερουργίαις κειμένων· καὶ γὰρ τὸν λόγον μοι περὶ τῶν θυσιῶν ἐνεστάναι συμβέβηκε. δύο μὲν γάρ εἰσιν ἱερουργίαι, τούτων δʼ ἡ μὲν ὑπὸ τῶν ἰδιωτῶν ἑτέρα δʼ ὑπὸ τοῦ δήμου συντελούμεναι κατὰ δύο γίνονται τρόπους·