Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ β τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 216-2
Not analysed yet
τραφεὶς δὲ παραδόξως τὸ μὲν Ἑβραίων γένος τῆς παρʼ Αἰγυπτίοις ἀνάγκης ἀπολύσει, μνήμης δὲ ἐφʼ ὅσον μενεῖ χρόνον τὰ σύμπαντα τεύξεται παρʼ ἀνθρώποις οὐχ Ἑβραίοις μόνον ἀλλὰ καὶ παρὰ τοῖς ἀλλοφύλοις, ἐμοῦ τοῦτο χαριζομένου σοί τε καὶ τοῖς ἐκ σοῦ γενησομένοις. ἔσται δʼ αὐτῷ καὶ ὁ ἀδελφὸς τοιοῦτος, ὥστε τὴν ἐμὴν ἕξειν ἱερωσύνην αὐτόν τε καὶ τοὺς ἐγγόνους αὐτοῦ διὰ παντὸς τοῦ χρόνου.