Ancient Greek · ~7 min
217 to 223
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 217-223
Not analysed yet
Ταῦτα τῆς ὄψεως αὐτῷ δηλωσάσης περιεγερθεὶς ὁ Ἀμαράμης ἐδήλου τῇ Ἰωχαβέλῃ, γυνὴ δʼ ἦν αὐτοῦ, καὶ τὸ δέος ἔτι μεῖζον διὰ τὴν τοῦ ὀνείρου πρόρρησιν αὐτοῖς συνίστατο· οὐ γὰρ ὡς περὶ παιδὸς μόνον εὐλαβεῖς ἦσαν, ἀλλὰ καὶ ὡς ἐπὶ μεγέθει τοσαύτης εὐδαιμονίας ἐσομένου. τοῖς μέντοι προκατηγγελμένοις ὑπὸ τοῦ θεοῦ πίστιν ὁ τοκετὸς τῆς γυναικὸς παρεῖχε λαθούσης τοὺς φύλακας διὰ τὴν τῶν ὠδίνων ἐπιείκειαν καὶ τῷ μὴ βιαίας αὐτῇ προσπεσεῖν τὰς ἀλγηδόνας. καὶ τρεῖς μὲν μῆνας παρʼ αὐτοῖς τρέφουσι λανθάνοντες· ἔπειτα δὲ δείσας Ἀμαράμης, μὴ κατάφωρος γένηται καὶ πεσὼν ὑπὸ τὴν τοῦ βασιλέως ὀργὴν αὐτός τε ἀπόληται μετὰ τοῦ παιδίου καὶ τοῦ θεοῦ τὴν ἐπαγγελίαν ἀφανίσειεν, ἔγνω μᾶλλον ἐπὶ τούτῳ ποιήσασθαι τὴν τοῦ παιδὸς σωτηρίαν καὶ πρόνοιαν ἢ τῷ λήσεσθαι πεπιστευκώς, τοῦτο δʼ ἦν ἄδηλον, ἐναποκινδυνεύειν οὐ τῷ παιδὶ μόνον κρυφαίως τρεφομένῳ ἀλλὰ καὶ αὐτῷ· τὸν δὲ θεὸν ἡγεῖτο πᾶσαν ἐκποριεῖν ἀσφάλειαν ὑπὲρ τοῦ μηδὲν ψευδὲς γενέσθαι τῶν εἰρημένων. ταῦτα κρίναντες μηχανῶνται πλέγμα βίβλινον ἐμφερὲς τῇ κατασκευῇ κοιτίδι μεγέθους αὐτὸ ποιήσαντες αὐτάρκους εἰς τὸ μετʼ εὐρυχωρίας ἐναποκεῖσθαι τὸ βρέφος, ἔπειτα χρίσαντες ἀσφάλτῳ, τῷ γὰρ ὕδατι τὴν διὰ τῶν πλεγμάτων ἀποφράττειν εἴσοδον ἡ ἄσφαλτος πέφυκεν, ἐντιθέασι τὸ παιδίον καὶ κατὰ τοῦ ποταμοῦ βαλόντες εἴασαν ἐπὶ τῷ θεῷ τὴν σωτηρίαν αὐτοῦ. καὶ τὸ μὲν ὁ ποταμὸς παραλαβὼν ἔφερε, Μαριάμη δὲ τοῦ παιδὸς ἀδελφὴ κελευσθεῖσα ὑπὸ τῆς μητρὸς ἀντιπαρεξῄει φερόμενον ὅποι χωρήσει ὀψομένη τὸ πλέγμα. ἔνθα καὶ ἔδειξεν ὁ θεὸς μηδὲν μὲν τὴν ἀνθρωπίνην σύνεσιν, πᾶν δʼ ὅ τι καὶ βουληθείη πράττειν αὐτὸ τέλους ἀγαθοῦ τυγχάνον, καὶ διαμαρτάνοντας μὲν τοὺς ὑπὲρ οἰκείας ἀσφαλείας ἄλλων κατακρίνοντας ὄλεθρον καὶ πολλῇ περὶ τούτου χρησαμένους σπουδῇ, σωζομένους δʼ ἐκ παραδόξου καὶ σχεδὸν ἐκ μέσου τῶν κακῶν εὑρισκομένους τὴν εὐπραγίαν τοὺς κινδυνεύοντας τῇ τοῦ θεοῦ γνώμῃ. τοιοῦτον δέ τι καὶ περὶ τὸν παῖδα τοῦτον γενόμενον ἐμφανίζει τὴν ἰσχὺν τοῦ θεοῦ.