Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 220-2
Not analysed yet
ὁ δὲ Δαυίδης ἐκφυγὼν τὸν κίνδυνον ἧκε πρὸς τὸν προφήτην Σαμουῆλον εἰς Ἀραμαθὰ καὶ τὴν ἐπιβουλὴν αὐτῷ τὴν τοῦ βασιλέως ἐδήλωσε καὶ ὡς παρὰ μικρὸν ὑπʼ αὐτοῦ τῷ δόρατι βληθεὶς ἀποθάνοι, μήτʼ ἐν τοῖς πρὸς αὐτὸν κακὸς γενόμενος μήτʼ ἐν τοῖς πρὸς τοὺς πολεμίους ἀγῶσιν ἄνανδρος, ἀλλʼ ἐν ἅπασι μετὰ θυμοῦ καὶ ἐπιτυχής. τοῦτο δʼ ἦν αἴτιον Σαούλῳ τῆς πρὸς Δαυίδην ἀπεχθείας.