Ancient Greek · ~3 min
221 to 223
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 221-223
Not analysed yet
Μαθὼν δʼ ὁ προφήτης τὴν τοῦ βασιλέως ἀδικίαν καταλείπει μὲν τὴν πόλιν Ἀραμαθάν, ἀγαγὼν δὲ τὸν Δαυίδην ἐπί τινα τόπον Γαλβουὰθ ὄνομα ἐκεῖ διέτριβε σὺν αὐτῷ. ὡς δʼ ἀπηγγέλη τῷ Σαούλῳ παρὰ τῷ προφήτῃ τυγχάνων ὁ Δαυίδης πέμψας ὁπλίτας πρὸς αὑτὸν ἄγειν προσέταξε συλλαμβάνοντας. οἱ δʼ ἐλθόντες πρὸς τὸν Σαμουῆλον καὶ καταλαβόντες προφητῶν ἐκκλησίαν τοῦ θείου μεταλαμβάνουσι πνεύματος καὶ προφητεύειν ἤρξαντο· Σαοῦλος δʼ ἀκούσας ἄλλους ἔπεμψεν ἐπὶ τὸν Δαυίδην· κἀκείνων ταὐτὸ τοῖς πρώτοις παθόντων πάλιν ἀπέστειλεν ἑτέρους· προφητευόντων δὲ καὶ τῶν τρίτων τελευταῖον ὀργισθεὶς αὐτὸς ἐξώρμησεν. ἐπεὶ δʼ ἐγγὺς ἦν ἤδη, Σαμουῆλος πρὶν ἰδεῖν αὐτὸν προφητεύειν ἐποίησεν. ἐλθὼν δὲ πρὸς αὐτὸν Σαοῦλος ὑπὸ τοῦ πολλοῦ πνεύματος ἐλαυνόμενος ἔκφρων γίνεται καὶ τὴν ἐσθῆτα περιδύσας ἑαυτὸν καταπεσὼν ἔκειτο διʼ ὅλης ἡμέρας τε καὶ νυκτὸς Σαμουήλου τε καὶ Δαυίδου βλεπόντων.