Ancient Greek · ~7 min
228 to 233
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 228-3-233
Not analysed yet
μηνύσεις δέ μοι τὴν διάνοιαν τὴν τοῦ πατρὸς οἴκτῳ τε νέμων τοῦτο καὶ φιλίᾳ, διʼ ἣν πίστεις τε παρʼ ἐμοῦ λαβεῖν ἠξίωκας αὐτός τε ἐμοὶ δοῦναι δεσπότης ὤν. εἰ δʼ εὑρίσκεις τι ἐν ἐμοὶ πονηρόν, αὐτὸς ἄνελε καὶ φθάσον τὸν πατέρα. Πρὸς δὲ τὸ τελευταῖον δυσχεράνας τῶν λόγων Ἰωνάθης ποιήσειν ταῦτʼ ἐπηγγείλατο κἄν τι σκυθρωπὸν ὁ πατὴρ αὐτοῦ καὶ τὴν ἀπέχθειαν ἐμφανίζον ἀποκρίνηται μηνύσειν. ἵνα δʼ αὐτῷ θαρρῇ μᾶλλον, ἐξαγαγὼν αὐτὸν εἰς ὕπαιθρον καὶ καθαρὸν ἀέρα οὐδὲν παρήσειν ὑπὲρ τῆς Δαυίδου σωτηρίας ὤμνυε· τὸν γὰρ θεόν, εἶπε, τοῦτον ὃν πολὺν ὁρᾷς καὶ πανταχοῦ κεχυμένον, καὶ πρὶν ἑρμηνεῦσαί με τοῖς λόγοις τὴν διάνοιαν ἤδη μου ταύτην εἰδότα, μάρτυρα ποιοῦμαι τῶν πρὸς σὲ συνθηκῶν, ὡς οὐκ ἀνήσω τὸν πατέρα πολλάκις αὐτοῦ τῆς προαιρέσεως διάπειραν λαμβάνων, πρὶν ἢ καταμαθεῖν ἥτις ἐστὶ καὶ παρὰ τοῖς ἀπορρήτοις αὐτοῦ τῆς ψυχῆς γενέσθαι. καταμαθὼν δʼ οὐκ ἀποκρύψομαι, καταμηνύσω δὲ πρὸς σὲ καὶ πρᾷον ὄντα καὶ δυσμενῶς διακείμενον. οἶδε δὲ οὗτος ὁ θεός, πῶς αὐτὸν εἶναι μετὰ σοῦ διὰ παντὸς εὔχομαι· ἔστι μὲν γὰρ νῦν καὶ οὐκ ἀπολείψει σε, ποιήσει δέ σε τῶν ἐχθρῶν ἄντε ὁ πατὴρ ὁ ἐμὸς ᾖ ἄντʼ ἐγὼ κρείττονα. σὺ μόνον μνημόνευε τούτων, κἂν ἀποθανεῖν μοι γένηται τὰ τέκνα μου σῶζε, καὶ τὴν ὑπὲρ τῶν παρόντων μοι ἀμοιβὴν εἰς ἐκεῖνα κατάθου. ταῦτʼ ἐπομόσας ἀπολύει τὸν Δαυίδην εἴς τινα τόπον ἀπελθεῖν τοῦ πεδίου φράσας, ἐν ᾧ γυμναζόμενος διατελεῖ· γνοὺς γὰρ τὰ παρὰ τοῦ πατρὸς ἥξειν πρὸς αὐτὸν ἔφησεν ἐκεῖ μόνον ἐπαγόμενος παῖδα. καὶ τρία ἀκόντια δὲ βαλὼν ἐπὶ τὸν σκοπὸν κομίσαι τῷ παιδὶ προστάσσω τὰ ἀκόντια· κεῖσθαι γὰρ ἔμπροσθεν αὐτοῦ. καὶ ἂν ταῦτα, φησίν, ἀκούσῃς γίνωσκε μηδὲν εἶναι φαῦλον παρὰ τοῦ πατρός· ἂν δὲ τὰ ἐναντία τούτων ἀκούσῃς μου λέγοντος, καὶ τὰ ἐναντία παρὰ τοῦ βασιλέως προσδόκα.