Ancient Greek · ~2 min
234 to 235
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 234-235
Not analysed yet
τῆς μέντοι γε ἀσφαλείας τεύξῃ παρʼ ἐμοῦ καὶ οὐδὲν μὴ πάθῃς ἄτοπον· ὅπως δὲ μνησθῇς τούτων παρὰ τὸν τῆς εὐπραγίας καιρὸν σκόπει καὶ τοῖς υἱοῖς μου γενοῦ χρήσιμος. Δαυίδης μὲν οὖν ταύτας λαβὼν παρὰ Ἰωνάθου τὰς πίστεις εἰς τὸ συγκείμενον ἀπηλλάγη χωρίον. Τῇ δʼ ἐχομένῃ, νεομηνία δʼ ἦν, ἁγνεύσας ὡς ἔθος εἶχεν ὁ βασιλεὺς ἧκεν ἐπὶ τὸ δεῖπνον, καὶ παρακαθεσθέντων αὐτῷ τοῦ μὲν παιδὸς Ἰωνάθου ἐκ δεξιῶν Ἀβενήρου δὲ τοῦ ἀρχιστρατήγου ἐκ τῶν ἑτέρων, ἰδὼν τὴν τοῦ Δαβίδου καθέδραν κενὴν ἡσύχασεν ὑπονοήσας οὐ καθαρεύσαντα αὐτὸν ἀπὸ συνουσίας ὑστερεῖν.