Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 229-5
Not analysed yet
ὁ δὲ ταῦτά τε ἀναγνοὺς τὰ γράμματα καὶ τὰς Οὐάρου καὶ Σαβίνου ἐπιστολὰς ὁπόσα τε χρήματα ἦν καὶ τί ἐπʼ ἔτος ἐφοίτα καὶ ὅσα Ἀντίπας ἐπʼ οἰκειώσει τῆς βασιλείας ἐπεπόμφει γράμματα συνῆγεν ἐπὶ παροκωχῇ γνωμῶν τοὺς φίλους, σὺν οἷς καὶ Γάιον τὸν Ἀγρίππου μὲν καὶ Ἰουλίας τῆς αὐτοῦ θυγατρὸς υἱὸν ποιητὸν δὲ αὐτῷ γεγονότα πρῶτόν τε καθεδούμενον παρέλαβε, καὶ κελεύει λέγειν τοῖς βουλομένοις περὶ τῶν ἐνεστηκότων.